Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Κέρκινα νῆσος μῆκος [σ] πλάτος στάδια ο, ὅπου δὲ στενοτάτη στάδια μ· ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς· τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Καρκινῖτις γεφύρᾳ ζευχθεῖσα στάδια μῆκος μ πλάτος δὲ στάδια κε.

ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν ὁ διάπλους στάδια χ, ὅσον τῆς μικρᾶς λέγεται Σύρτιδος τὸ στόμα, ἡ δὲ Μῆνιγξ μῆκος σταδίων χ πλάτος σταδίων ρπ, μεγάλαι δ’ εἰσὶ περὶ

66
αὐτὴν παλίρροιαι.

Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υ. εἴσι δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα ὧν ἐπισημότεραι Ἴσση καὶ ἡ μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζ, χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δ· μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγίου στάδια ͵αυ· ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου κόλποις μεγάλοις τεμνομένη· συνάγεται μὲν εἰς τὸν Κορινθίων ἰσθμὸν πλάτος σταδίων μ ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ --- ἐπὶ τὸ Σκύλλαιον ἄκρον, ἔνθα ἐξ εὐωνύμων πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά, ἑξῆς δ’ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου ὃ πολὺ προπέπτωκεν εἰς πέλαγος, [εἶτα ὁ Ἑρμιονικὸς κόλπος] [*](εἶτα ὁ Ἑρμιονικὸς κόλπος Hermionicus sinus ante Argolicum ponendus) , ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃ περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσηνιακόν κόλπον οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα, εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς καθ’ ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὁ Χελωνάτας, τελευταῖον δ’ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀκαρνανίᾳ, μεθ’ ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος ζ σταδίων συγκλειόμενος στόματι κατὰ τὸ ῾Ρίον ἄκρον ὅ ἐστι τῆς Πελοποννήσου τὸ δ’ Ἀντίριον Λοκρίδος. ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵γ.