Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Ἡ δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας περίμετρον ἔχει μυριάδων δύο σταδίων· ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υ.

Ἡ δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων δισχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους ͵α.