Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν σταδίων μυριάδων ἓξ καὶ ͵θψθ, τῆς δὲ Λιβύης ἀπὸ Τιγγὸς ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβ, τῆς δ’ Ἀσίας ἀπὸ Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους σταδίων μυριάδων δ καὶ ρια. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ’ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγ καὶ, ͵θοβ συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ,

63
τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων ο οοο η κ.

ὁ δὲ Πόντος σταδίων ͵γτν· ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ ὅπῃ Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν σταδίων ἕξ.

Ἡ δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας περίμετρον ἔχει μυριάδων δύο σταδίων· ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υ.

Ἡ δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων δισχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους ͵α.

Ὁ δὲ Ἀράβιος κόλπος στενὸς ὢν καὶ προμήκης ἄρχεται ἀπὸ Ἡρώων πολίτου μυχοῦ παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας σταδίων ͵θ τὸ μῆκος, [τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξ] [*](τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξ post ͵ϛφ legenda, sed et aliquit deest) , ἔνθεν ἑξῆς πλοῦς σταδίων ͵ϛφ, [τὸ δὲ λοιπὸν οὐ πλεῖται] [*](τὸ δὲ λοιπὸν οὐ πλεῖται post ͵ε legenda) παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ὠκεανοῦ σταδίων ͵ε· τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπὸ Αἰλανίτου μυχοῦ σταδίων μυρίων ͵δ. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.