Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Ἀναξίμανδρος ὁ Μιλήσιος ἀκουστὴς Θάλεω πρῶτος ἀπετόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι, μεθ’ ὅν Ἑκαταῖος [ὁ] Μιλήσιος ἀνὴρ πολυπλανὴς διηκρίβωσεν ὥστε θαυμασθῆναι τὸ πρᾶγμα· Ἑλλάνικος γὰρ ὁ Λέσβιος ἀνὴρ πολυίστωρ ἀπλάστως παρέδωκε τὴν ἱστορίαν. εἶτα Δαμάστης ὁ Κιτιεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν. ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δ’ ἡγεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ, Κράτης δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπεζοειδῆ, ἄλλοι [δὲ] ✝οὐροειδῆ , Ποσειδώνιος δ’ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν πρὸς ἕω καὶ δύσιν, τὰ πρὸς

61
εὖρον δ’ ὁμοίως πλατύτερα [ τὰ ] πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι, Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος· οἱ δ’ ἰσθμὸν τὸν ἀπὸ Σερβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου· Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι Φᾶσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας ἰσθμόν, οἱ δ’ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.

Ἐκλήθησαν δ’ ἤπειροι ἄπειροί τινες οὖσαι δι’ ἄγνοιαν· Ἀσία δ’ ἀπὸ τοῦ ἆσσον ἰέναι τοῖς ἀπ’ Εὐρώπης ἀπιοῦσι καὶ πεζῆ καὶ νήσοις στιχηδὸν κειμέναις· Εὔβοια Ἄνδρος Τῆνος Μύκονος Ἰκαρία Σάμος Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δ’ ὑφ’ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου ✝Φοίνικες ὠνομάσθησαν πλέοντες· ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

Δικαίαρχος δ’ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν ἀλλὰ τομῇ εὐθείᾳ εὐκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Ἰωνίας Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους· τῶν τοίνυν τόπων τὸ μὲν βόρειον τὸ δὲ νότιον ὀνομάζει.

Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ ἰσημερινῆς δύσεως ζέφυρος, ἀπὸ δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου ἀπαρκτίας· ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπὸ ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας [ ὁ καὶ Ἰᾶπυξ] , εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες [ ἀλλήλοις] · γίνονται οὖν ὀκτώ.

Τιμοσθένης δὲ ὁ γράψας τοὺς περίπλους δώδεκά φησι προστιθεὶς μέσον ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου φοίνικα τὸν καὶ εὐρόνοτον, μέσον δὲ νότου καὶ λιβὸς τὸν λευκόνοτον ἤτοι λιβόνοτον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων [ὀνομαζόμενον] . ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ’ ἀπηλιώτην Βακτριανούς, κατ’ εὖρον Ἰνδούς, κατὰ φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ νότον τὴν ὑπὲρ Αἴγυπτον

62
Αἰθιοπίαν, κατὰ λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ θρασκίαν [Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν] τοὺς ὑπὲρ Θράκην Σκύθας, κατὰ δὲ βορρᾶν Πόντον Μαιῶτιν Σαρμάτας, κατὰ καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.