Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hudson, John (1662-1719), editor.

Αἴγινα νῆσος προμήκης στάδια ρξʹ. ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατείνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.

Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων ͵δρʹ. μῆκος ͵βτʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοῖα, περίπλους στάδια ͵γυκʹ. μῆκος δὲ ͵ατʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου σταδίων ͵γωʹ. Ῥόδου περίμετρος στάδια ͵ατʹ.

17
Κῶ περίμετρος στάδια φνʹ. Σάμου στάδια χλʹ. Ἰκαρία δέ ἐπὶ μακρὰ τραχεῖα, μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ. Λέσβου περίμετρος ͵αρʹ.