Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hudson, John (1662-1719), editor.

ὁ δὲ Πόντος σταδίων δισμυρίων ͵γπγʹ. ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη Δαρεῖος

8
ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.

Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.

Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θήρας, σταδίων ͵θʹ͵ τὸ μῆκος. Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ. ἔνθεν ἑξῆς πλοῦς σταδίων ͵ϛφʹ. τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ σταδίων ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων μυριάδων ͵Δʹ. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν κα

9
θήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ. καὶ ͵ηφμθʹ. οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ. καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ. ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ. εἰς Μυρίανδρον σταδίων τοϛʹ.