Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hudson, John (1662-1719), editor.

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ. συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θʹ. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.

ὁ δὲ Πόντος σταδίων δισμυρίων ͵γπγʹ. ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη Δαρεῖος

8
ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.