Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hudson, John (1662-1719), editor.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην διηγεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὐς, τὸν ὄμφαλον γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον· Ἵππαρχος δὲ τραπεζοειδῆ· Ἄλλοι οὐροειδῆ· Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονο

3
ειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς ἑὼ καὶ δύσιν· τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι [ λέγουσι] Φάσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας Ἰσθμὸν, τὸν ἀπὸ Σάρβω. οἱ δὲ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.