Geographiae informatio
Agathemerus
Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.
Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινίτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.
ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ. ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μῆνιγξ μῆκος σταδίων χʹ. πλάτος σταδίων ρπʹ. Με
Κεφαλληνία νῆσος τετράπολις, μῆκος σταδίων υʹ. Εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημέστεραι Ἴσση, καὶ ἡ Μέλαινα Κορκύρα, καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.
Πελοπονήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵ηχκζʹ. χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δʹ. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγαίου στάδια ͵αυʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν, πλάτος σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐξ εὐωνύμων ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος
Αἴγινα νῆσος προμήκης στάδια ρξʹ. ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία