Geographiae informatio

Agathemerus

Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.

Περίπλους θαλασσῶν. Κεφ(άλαιον) γʹ. Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵εʹ, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ· τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσι τινὲς Ἰώνιον πέλαγος, ἔχει διάπλουν σταδίων ͵αψʹ. ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη.

181
Πάλιν δὲ ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης, Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυῤῥηνίας περάτων. Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην κάτω. Τυῤῥηνικὸν δὲ τὸ μέχρι Σικελίας ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων. εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν, καὶ Ἰώνιον καὶ Ἀδριατικὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσι Κορινθιακὸν κόλπον, ἤτοι Ἀλκυονίδα θάλασσαν. Τὸ Σουνίῳ καὶ Σκυλαίῳ πε
182
περιερχόμενον πέλαγος Σαρωνικὸν, εἶτα Μυρτῶον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον· ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀνακεῖται τὸ Αἰγαῖον.