Geographiae informatio

Agathemerus

Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.

183
ὁ δὲ Πόντος σταδίων δυσμυρίων ͵γπγʹ, ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.

Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μετα

184
μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.

Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θήρας, σταδίων ͵θʹ͵ τὸ μῆκος. Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ, ἔνθεν ἑξῆς πλοῦς σταδίων ϛ͵φʹ,

185
ϛ͵φʹ, τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ σταδίων ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων μυριάδων ͵Δʹ. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.

Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης. Κεφ(άλαιον) δʹ. Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ. καὶ ͵ηφμθʹ οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ, καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ

186
Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ, ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ, εἰς Μυρίανδρον σταδίων τοϛʹ.