Geographiae informatio

Agathemerus

Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.

Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Ἰωνίας, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας, καὶ Ταύρου, ἑξῆς ἕως Ἰμάου ὄρους. Τῶν τοίνυν τόπων τὸ μὲν Βόρειον, τὸ δὲ Νότιον ὀνομάζει.

178
Περὶ Ἀνέμων. Κεφ(άλαιον) βʹ. Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου Ἀπαρκτίας, ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται οὖν ὀκτώ.
5

Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον Ἀπαρκτίου καὶ Καικίου Βορέαν, Εὔρου δὲ καὶ Νότου Φοίνικα τὸν καὶ Εὐρόνοτον, μέσον δὲ Νότου καὶ Λιβὸς τὸν Λευκόνοτον

179
κόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ Ἀπαρκτίου καὶ Ἀργέστου Θρασκίαν, ἤτοι Κίρκιον ὑπὸ τῶν περιοίκων. Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα, κατ᾿ Ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ Εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ Νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν. Κατὰ Λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαυροὺς· κατὰ Ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ Ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν· κατὰ δὲ
180
δὲ Θρασκίαν τοὺς ὑπὲρ Θράκην Σκύθας· κατὰ δὲ Βοῤῥᾶν Πόντον, Μαιῶτιν, Σαυρόματας· κατὰ Καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

Περίπλους θαλασσῶν. Κεφ(άλαιον) γʹ. Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵εʹ, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ· τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσι τινὲς Ἰώνιον πέλαγος, ἔχει διάπλουν σταδίων ͵αψʹ. ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.