Geographiae informatio

Agathemerus

Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.

Ἐκλή

176
Ἐκλήθησαν δὲ Ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿ ἄγνοιαν. Ἀσία δὲ ἀπὸ τοῦ ἄσσον εἶναι τοῖς ἀπ᾿ Εὐρώπης ἀπιοῦσι καὶ πεζῇ, καὶ νήσοις στιχηδὸν κειμέναις, ὧν Εὐβοία, Ἄνδρος, Τῆνος, Μύκονος, Ἰκαρία, Σάμος, Μυκάλη. Ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ Εὔρου ὠνομάσθη. Λιβύη ὑφ᾿ Ἑλλήνων ἦν ἄγνωστος πάνυ· ἀπὸ δὲ ἔθνους ἐπισήμου Φοινικῶς ὠνομάσθησαν λέοντες. Ὠκεανὸς δὲ
177
δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Ἰωνίας, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας, καὶ Ταύρου, ἑξῆς ἕως Ἰμάου ὄρους. Τῶν τοίνυν τόπων τὸ μὲν Βόρειον, τὸ δὲ Νότιον ὀνομάζει.