Περὶ μονήρους λέξεως

Aelius Herodianus

Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἐδάμην. οὐδὲν εἰϲ μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰϲ ϲ δεύτερον πρόϲωπον ἀποτελεῖ ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίηϲε τὸ ἐδάμηϲ καὶ ἀποβολῇ τοῦ ϲ τρίτον ἐδάμη. τὸ δὲ σἴτιον λέγεται ἐν τοῖϲ περὶ ῥημάτων.

Εἴξαϲι. οὐδεὶϲ παρακείμενοϲ τρίτον πρόϲωπον εἰϲ ϲι ἔχει τὴν πρὸ τοῦ τέλουϲ ϲυλλαβὴν διὰ τοῦ ξα, ἀλλὰ μόνον τὸ εἴξαϲι·

  • τοῖϲ βιβλίοιϲ εἴξαϲι.
  • Ἡγῶ. τὰ εἰϲ γω λήγοντα ῥήματα ὁριϲτικὰ διϲύλλαβα, εἰ τῷ η, θέλει βαρύνεϲθαι, θήγω, λήγω, τμήγω· τὸ δὲ ἡγῶ περιϲπᾶται· ἔνθεν τὸ ἡγοῦμαι. τὸ δὲ σἴτιον πρόδηλον.

    Ἀμφί. οὐδεμία πρόθεϲιϲ διὰ δαϲέοϲ ϲυμφώνου ἐκφέρεται, μόνον τὸ ἀμφί· λέγεται δ’ ἔϲθ’ ὅτε καὶ ἀμπί ἐν ϲυνθέϲει διὰ τοῦ π, καὶ ἴϲωϲ ἀναλογώτερον.

    [*](l. 4 cod. ἤϲ et εἰϲ ηϲ λῆγον et τὸ ἤϲ et αἵματοϲ ἤϲ, em. Ls. in verbis Homeri iam Dind. scribi αἵματοϲ εἶ vel αἵματόϲ εἰϲ monuerat. l. 8 et 9 ὑφήϲφαϲται cod., em. Ls. l. δίχα ϲφίϲιν cod., δέ inseruit Ls. l. 23 κωφὸν cod., κωφοὶ Βl. l. 31 versus incerti comici: Mein.IV p.651 (ed. min. p. 1222).)[*](l. 34 cod. ἡγούμην, em. Ls.)
    951

    Διά. αἱ εἰϲ α λήγουϲαι προθέϲειϲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ α ἀλλὰ μόνη ἡ διὰ τὸ α καθαρεύει.

    Ὑπέρ. οὐδεμία πρόθεϲιϲ διϲύλλαβοϲ εἰϲ ϲύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ· τὸ γὰρ

  • οἵπερ νέρτεροί εἰϲι θεοὶ Κρόνον ἀμφὶϲ ἐόντεϲ (Ο 225)
  • οὐ γνήϲιον ἔχει τὸ τέλοϲ, ἢ ἴϲωϲ ἐνήλλακται μέροϲ λόγου.

    Πρό. οὐδεμία πρόθεϲιϲ μονοϲύλλαβοϲ εἰϲ φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό.