Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἡ φυλακή ἀπὸ τοῦ φυλάϲϲω ὡϲ ἰακή ἀπὸ τοῦ ἰάζω. E. M. 95, 50: τὸ δὲ ἀνάγκη εἰ ἦν ἀπὸ ῥήματοϲ τοῦ ἀνάϲϲω, ὀξύνοιτο ἂν ὡϲ ϲτενάχω ϲτεναχή.
τὸ ἀϊκή ὠξυτονήθη ἴϲωϲ ὅτι ῥηματικὸν ὑπῆρχεν ἀπὸ τοῦ ἀΐϲϲω ὡϲ φυλάϲϲω φυλακή, ὑλάϲϲω ὑλακή.
τὰ διὰ τοῦ oλη ῥηματικὰ ὄντα ὀξύνεται, ϲτέλλω ϲτολή, βάλλω βολή, χέω χολή.
τὸ ἀλαλή ὁ θόρυβοϲ παρὰ τὸ λαλῶ.
Choer. Orth. 280, 30. ὠτειλή ἀπὸ τοῦ οὐτήϲω οὐτηλή τροπῇ τῆϲ ου διφθόγγου εἰϲ ω καὶ τοῦ η εἰϲ τὴν ει δίφθογγον Βοιωτιακῶϲ ὡϲ πένηϲ πένειϲ. λέγεται δὲ παῤ Ἀἰολεῦϲιν ὠτέλλη.
An. Ox. II 394, 26, Arc. 110, 9. τὰ εἰϲ μη καθαρὸν ἰϲμβικὰ τὸ ο παραληγόμενα ὀξύνεται, ὁπότε προυπάρχει ῥῆμα διὰ τοῦ ε κατὰ τὴν παραλήγουϲαν οἷον νομή, ἀνατομή, προνομή.
Αἴνη ὄροϲ Ϲικελίαϲ. παρὰ τὸ αἴθω τὸ καίω αἴτνη ὡϲ φάγω φάτνη, πήϲϲω πάχνη.
τὸ φωνή ἀπὸ τοῦ φωνῶ καὶ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.
τὸ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή ἀπὸ τοῦ πέμπω ὀξύνεται.
Χορταϲώ πόλιϲ Αἰγύπτου. ἀπὸ μέλλοντοϲ ὁ ϲχηματιϲμόϲ. ὡϲ γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάϲω Χορταϲώ.
ἴκρια ὡϲ δέμνια. ἔϲτι γὰρ ῥηματικόν, ὡϲ ἐν ἑτεροιϲ εἴρηται.
παρὰ τὸ ἀράϲϲω ἀράχνιον ὡϲ δέμω δέμνιον, παίζω παίγνιον. p. 480, 42 τὸ ἴχνιον προπαροξυτονητέον ὁμοτόνωϲ τῷ ἀράχνιον· οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται.
τὸ κλιϲίον παρὰ τὸ κλείω ἐϲτίν, 5 ϲημαίνει τὸ περιέχω.
ὕψοϲ γέγονε παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψοϲ καὶ τροπῇ Αἰολικῇ ὕψοϲ.
γίνεται ἀπὸ μελλόντων ὀνόματα οὐδέτερα ὡϲ παρὰ τὸ ἅψω ἅψοϲ, πίϲω πίϲεα.
κνύοϲ ἡ φθορά παρὰ τὸ κνύω παρ’ Ἡϲιόδῳ ὡϲ παρὰ τὸ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ.
Περὶ μονοϲυλλάβων.χθών· γίνεται παρὰ τὸ χῶ ῥῆμα χῶν καὶ χθών.
οὖϲ. παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται οὖαϲ καὶ τροπῇ τοῦ α εἰϲ ο οὐαϲ. ἐκ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ.