De figuris
Aelius Herodianus
Aelius Herodianus, Περὶ σχημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
προπεριϲπαϲτέον ὁμοίωϲ τῷ τυφλῶπεϲ· ἀπὸ γὰρ ὀξυνομένηϲ εὐθείαϲ ἐγένετο τῆϲ παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥϲπερ τὸ ἑλικῶπεϲ καὶ κύκλωπεϲ, περὶ ὦν ἐντελέϲτερον λέγεται ἐν τοῖϲ περὶ ϲχημάτων.
ὁ τόρνοϲ, ὃ καὶ διὰ τοῦ ῑ φπϲὶν Ἡρωδιανὸϲ ἐν τῷ περὶ ϲχημάτων.
ὁ Ἡρωδιανὸϲ ἐν τῷ περὶ χημάτων λέγει,P ὅτι γίνονταί τινεϲ ϲυνθέϲειϲ καὶ ἀπὸ μονοϲυλλάβου ῥήματοϲ οἷον ἀπὸ τοῦ βῶ κάραβοϲ καὶ ἀπὸ τοῦ θῶ τὸ θηλάζω Αἴγιϲθοϲ· καὶ ἀπὸ τοῦ φῶ οὖν τοῦ ϲημαίνοντοϲ τὸ φαίνω ἄργυφοϲ καὶ πλεοναϲμῷ τοῦ ε ἀργύφεοϲ αὐτὴ δ’ ἀργύφεον φᾶροϲ μέγα ἔννυτο» (κ 543), «τῶν δὲ καὶ ἀργύφεον πλῆτο ϲπέοϲ (Ϲ 50), «ἀργυφέῃ ἐϲθῆτι Ἡϲίοδοϲ (Theog. 574).
τινὲϲ οὐχ ὡϲ τὸ πρόθυμοϲ καὶ εὔθυμοϲ ἀπὸ τοῦ θυμόϲ, οὕτωϲ ἀπόθυμοϲ, ἀφ’ οὗ ἀποθύμιοϲ, ἀλλ’ ὥϲπερ πολλαχοῦ οἱ παλαιοὶ παρὰ δύο λέξειϲ διεζευγμέναϲ μίαν παραγωγὴν πεποίηνται οἷον Νέο πόλιϲ Νεαπολίτηϲ, Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, πρὸ ἔργου προὐργιαίτερον, Λεὼ κόραι Λεωκόριον, Διὸϲ πόλιϲ Διοϲπολίτηϲ, παρὰ ποταμὸν Παραποτάμιοϲ, ἐπὶ Ταινάρῳ Ἐπιταινάριοϲ, ἐπὶ γῆϲ ἐπίγειοϲ, ἐπ’ οὐρανοῦ ἐπουράνιοϲ· οὕτωϲ «ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοί» (Α 562) παράγεται ἀποθύμιοϲ· οὕτωϲ ἔχει καὶ τὸ ϲκορακίζειν· ἐϲ κόρακαϲ, ἐϲκορακίζειν καὶ ἀποβολῇ τῆϲ ἀρχῆϲ ϲκορακίζειν.
τὸ Διόϲκοροϲ οἱ μὲν ἐν παραθέϲει λέγουϲιν, ὅτι ἡ Διόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἀποβάλλει τὸ ϲ· εἰ οὖν τὸ Διόϲκοροϲ ἐφύλαξε τὸ ϲ, δηλονότι ἐν παραθέϲει ἐϲτί. δεῖ ϲημειώϲαϲθαι διόϲθυοϲ παρὰ Καλλιμάχῳ. ἐν ϲυνθέϲει γὰρ ὂν ἐφύλαξε τὸ ϲ ἔϲτι δὲ ὄνομα μηνόϲ. οἱ δὲ ἐν ϲυνθέϲει λέγουϲιν, ὅτι ἀπὸ δύο λέξεων εἴτε ἐν ϲυνΘέϲει εἴτε ἐν παραΘέϲει οὐϲῶν γίνονται αἱ παραγωγαί, οἷον Ἱεράπολιϲ [*](1. 12 μονοϲυλλάβου scr. pro μόνου. l. 13 φῶ scr. pro ἀργῶ. l. 14 in codd. ἀμφὶ δ’ ἄρ’ ἀργύφεον. l. 15 post ϲπέοϲ verba ϲημαίνει δὲ τὸ μέγα ϲπήλαιον ἢ λαμπρὸν ut epitomatoris eieci. Ex Herodiano igitur deprompsit Orion adno lamentum de Αἴγιϲθοϲ E. Οrion. 24, 14 (E. M. 27, 25) Αἴγιϲθοϲ παρὰ τὸ θῶ τὸ θηλάζω καὶ αἴξ Αἴγιθοϲ καὶ πλεοναϲμῷ τοῦ ϲ Αἴγιϲθοϲ ἱϲτοροῦϲι γὰρ αὐτὸν αἰγείῳ γάλακτι τροφῇ χρήϲαϲθαι τὸ πρῶτον, nisi, quum in sede etymologarum Philoxeni reperiatur, cum Ρhiloxeno Herodianus hic ut saepius consentit. l. 26 cf. Herod. περὶ παθῶν in E. M. 719, 5 ϲκορακιϲμόϲ. Steph. Byz. 707 ὥϲπερ παρὰ τὸν ποταμὸν καὶ Κηφιϲόν καὶ παρά γίνεται ἐκ δύο εἰϲ ἓν παρα γωγὴ Παραποτάμιοι καὶ Παρακηφίϲιοι, οὕτωϲ καὶ ἐκ τῶν πρὸϲ Ὠκεανῷ προϲωκεάιοι et 268, 15 Ἑλλήϲποντοϲ: Ἑλληϲπόντιοί ἐϲτι ἀπὸ δύο παρηγμένον ὡϲ παρ’ ώκεανὸν παρωκεανἰτιϲ, παρὰ ποταμῷ παραποτμιοϲ.)
ὁ ϲχηματιϲμὸϲ τοῦ ἐθϲικοῦ ἀπὸ δύο ἓν παραγωγόν· ὥϲπερ γὰρ ἀπὸ τοῦ «Μόψου» καὶ « ἑϲτία» παρήχθη τὸ Μοψεάτηϲ, ἀπὸ μόνου τοῦ Μόψου, οὕτωϲ καὶ ἀπὸ τῆϲ «παρθένου» καὶ «ἱερόν » ἢ «ἄκρα » ἢ «ξόανον» ὁ οἰκήτωρ παρήχθη μόνον τὸ Παρ θένιοϲ ἀπὸ τοῦ παρθένου μόνου ὀνόματοϲ.
τὰ ἐκ δύο τελείων ϲυγκείμενα ὀνόματα ἢ ἀπὸ εὐθείαϲ ϲυντίθεται οἶον ἕωϲ ἑωϲφόροϲ, ἢ ἀπὸ γενικῆϲ ὡϲ τὸ οὐδείϲ οὐδε:νόϲ καὶ τὸ ὤρα ἡ φροντίϲ οὐδενόϲωρα καὶ Ἕλλη Ἑλλήϲποντοϲ. ἢ ἀπὸ δοτικῆϲ ὡϲ Ἄρηϊ Ἀρηΐφιλοϲ καὶ δουρί δουρικλυτόϲ ἢ ἀπὸ αἰτιατικῆϲ ὡϲ τὸ νοῦν νουνεχήϲ καὶ πόδα Ποδαλείριοϲ ἀπὸ δὲ κλητικῆϲ μόνον οὐ ϲυντίθεται.
ἰϲτέον, ὅτι τὰ εἰϲ ἀμετάβολον λήγοντα ϲύνθετα κατὰ τὴν ἀρχὴν οὐδέποτε ἀπὸ εὐθείαϲ ϲυντίθεται, ἀλλ’ ἢ ἀπὸ γενικῆϲ ἢ ἀπὸ δοτικῆϲ ὡϲ ἐπὶ τοῦ πυρίβλητοϲ καὶ εἰ μὲν ἡ ἐπιφερομένη λέξιϲ ἄρχεται ἀπὸ ϲυμφώνου, ἀποβάλλει ἡ γενικὴ τὸ ϲ οἷον φρήν φρενόϲ φρενοβλαβήϲ, χήν χηνόϲ χηνοτρόφοϲ· ἐὰν δὲ ἀπὸ φωνήεντοϲ ἄρχηται, ἀποβάλλεται καὶ τὸ ο καὶ τὸ ϲ οἷον φρήν φρενόϲ φρεναπάτηϲ, χήν χηνόϲ χηναλώπηξ. δεῖ προϲθεῖναι «εἰ μὴ ἄρχηται ἀπὸ τοῦ η ἢ τοῦ ε ». τότε γὰρ τὸ ϲ μόνον ἀποβάλλεται οἷον χείρ χειρόϲ χειροήθηϲ, χειροεργόϲ καὶ χειρουργόϲ, λιμήν λιμένοϲ λιμενοειδήϲ. δεῖ προϲθεῖναι, καὶ χωρὶϲ τοῦ «χειροάναξ ». τοῦτο δὲ γίνεται κατὰ κρᾶϲιν χειρῶναξ ὡϲ Ἱππῶναξ. διὰ γὰρ τὴν κρᾶϲιν ἠμαυρώθη τὸ παράλογον.
ϲύνθετον πολλάκιϲ καὶ ἀπὸ πλειόνων λέξεων [*](1. 6 hucusque Herodianus aliorum sententiam retulerat cum causis, quibus utrique eam fulserunt; omisit excerptor, quae Herodianus contra dixerat: non recte se habere eam oplnlonem, quae a duabus vocibus parathetis temenicum derivari neget; nam etiam Λεωκόριον a Λεὼ κόραι propagari atque pronunciandum esse (id quod Apoll. de Syntex. III 1, 298 [303] dixerat), Διόϲκοροϲ si accentum in. antepaenultima habeat, esse syntheton, si in paenultima Διὸϲ κόροϲ, paratheton. Sic optime procedit haec disputatio, paucis emendatis (l. 32 praec. p. εἴτε ante ἐν ϲυνθέϲει et verba εἴτε ἐν παραθέϲει inserui, l. 3 scripsi τεμενικοῦ pro οὔτε τεμένιον), quum Lobeckius El. I 552 ut probam sententiam eliceret, ad atrociorem medelam confugere cogeretur. l. 8 τοῦ ἐθνικοῦ inseruit Meinek. cf. Πιτάου. πόλιϲ τὸ ἐθνικὸν Πιταεῖϲ. ἔϲτι δὲ οὕτω ἀπὸ δυοῖν ἐθνικὸν ὡϲ τοῦ Μόψου ἑϲτία Μοψεᾶται.)
ἡνίκα ἰϲοϲυλλαβεῖ τὰ ῥήματα τοῖϲ ὀνόμαϲιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, τὰ δὲ ῥήματα περιϲπᾶται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἶον μόνοϲ μονῶ, χρυϲόϲ χρυϲῶ, ἄποροϲ ἀπορῶ. ἡνίκα δὲ πάλιν ἰϲοϲυλλαβεῖ τὰ ῥήματα τοῖϲ ὀνόμαϲιν, ὀξύνεται δὲ ἢ βαρύνεται τὰ ὀνόματα, βαρύνεται δὲ καὶ τὰ ῥήματα, τότε ἐκ τῶν ῥημάτων παράγεται τὰ ὀνόματα οἷον λέγω λόγοϲ, φέρω φόροϲ· εἰ δὲ περιττοϲυλλαβεῖ τὰ ῥήματα τοῖϲ ὀνόμαϲι καὶ ϲυνάρχεται, τότε ἐκ τῶν ὀνομάτων παράγεται τὰ ῥήματα οἶον ἵπποϲ ἱππεύω, δίφροϲ διφρεύω. εἰ δὲ περιττοϲυλλαβεῖ τὰ ὀνόματα τοῖϲ ῥήμαϲι, τότε ἐκ ῥημάτων παράγεται τὰ ὀνόματα οἷον μαρτυρῶ μαρτυρία, εὐδοξῶ εὐδοξία.