Περὶ ἀντωνυμιῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ ἀντωνυμιῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
περὶ τῆϲ τάϲεωϲ τοῦ μονοϲυλλάβου (sc. νώ), διὰ τί οὐ περιεϲπάϲθη, ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται.
ὅϲτιϲ οἷ εἰϲ ἁπλῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅϲτιϲ αὐτῷ, ὅμωϲ δὲ ὠρθοτονήθη. περιϲπαϲθήϲεται οὖν. δείκνυται ἐν τοῖϲ περὶ ἀντωνυμιῶν ὡϲ ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆϲ καὶ ἔτι ἡ ϲοί ὀξύνονται. ἡ δὲ οἶ περιεϲπάϲθη ἀνακολούθωϲ.
sed incongruum videtur, quum illi antiquorum non recusaverint Graecorum etiam errores imitari, nos Apollonii et H erodiani vestigia linquere et non inter nomina haec (sc. talis tot tantus similia) potius ponere.
ἰϲτέον ὅτι ἡ εὐθεῖα ἐμαυτόϲ καὶ. ἐγαυτόϲ οὐ δύναται εἶναι· ὅτι πᾶϲα ϲύνθετοϲ ἀντωνυμία θέλει εἶναι καὶ ὁμοιόπτωτοϲ καὶ ὁμοιοπρόϲωποϲ καὶ ἰϲάριθμοϲ οἷον τὸ ἐμαυτοῦ καὶ ίϲαριθμόν ἐϲτι καὶ ὁμοιόπτωτον καὶ ὁμοιοπρόϲωπον ἀπὸ τοῦ ἐμοῦ αὐτοῦ. ἀμφότερα γὰρ τό τ’ ἐμοῦ καὶ αὐτοῦ ἑνικά ἐϲτι καὶ τρίτου προϲώπου καὶ πτώϲεωϲ γενικῆϲ. ἐὰν οὖν γένηται ἡ εὐθεῖα τούτων ἐμαυτόϲ, ἔμελλεν εἶναι ἀνομοιόπτωτοϲ, ὅπερ ἐϲτὶν ἀδύνατον ἐπὶ ϲυνθέτου ἀντωνυμίαϲ. τὸ γὰρ αὐτόϲ ἐϲτὶν εὐθεῖα, τὸ δὲ ἐμέ αἰτιατικὴ καὶ οὐκ ἔϲτιν εὐθεῖα· ἀπὸ γὰρ τοῦ ἐμόϲ οὐκ ἠδύνατο γενέϲθαι, ἐπειδὴ οὐδέποτε κτητικὴ ἀντωνυμία ποιεῖ ϲύνθετον ἀντωνυμίαν. ἀπὸ γὰρ τῶν πρωτοτύπων ἀντῶνυμιῶν γίνονται αἱ ϲύνθετοι ἀντωνυμίαι οἶον ἐμοῦ αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ. αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτόν ἐμαυτόν. ἐγαυτόϲ οὐ δύναται εἶναι, ἐπειδὴ αἱ ϲύνθεται ἀντωνυμίαι πρότερον ἐν τῇ ἁπλότητι τὰϲ δύο ϲυνθέϲειϲ. ἐπιδέχονται, τήν τε αὐτοπαθῆ καὶ τὴν ἀλλοπαθῆ καὶ οὕτω ϲυντίθενται οἷον ἐμοῦ ἤκουϲαϲ καὶ ἐμοῦ ἤκουϲα. διὰ τοῦτο γὰρ ἐπενοήθηϲαν αἱ ϲύνθετοι ἀντωνυμίαι, ἵνα διάκριϲιν ποιήϲωϲι τῆϲ ἀλλοπαθοῦϲ καὶ ϲχῶϲι τὸ αὐτοπαθὲϲ μόνον, αἱ δὲ ἀπίαῖ τὸ ἀλλοπαθέϲ. τὸ οὖν ἐγὼ αὐτό, ἐπειδὴ ἐν τῇ ἁπλότητι οὐκ ἐπιδέχεται τὰϲ δύο ϲυντάξειϲ τήν τε ἀλλοπαθῆ καὶ τὴν αὐτοπαθῆ, εἰκότωϲ οὐ δύναται ποιῆϲαι ϲύνθετον ἀντωνυ [*](1. 3 cf. Prosod. Cathol. p 475, et περὶ παθῶν. 1. 11 cf II p. 492, 14 501, 13 .)
«ὥϲτε τευ ἢ παρὰ πάμπαν ἀνείμονοϲ ἠὲ πενιχροῦ« (γ 348). τὸ τευ ὄνομα νῦν ἀόριϲτον· τὸ δὲ «τεῦ δμώϲ εἰϲ ἀνδρῶν τεῦ δ’ ὄρχατον» (ω 257) πυϲματικόν ἐϲτι. τὸ μὲν οὖν πρῶτόν ἐϲτι τοῦ, ὅπερ ϲύνηθεϲ Ἀττικοῖϲ, ὃ κατὰ διάλυϲιν τέο « τέο μέχριϲ ὀδυρόμενοϲ;» ( 128) ϲυναλειφόμενον δὲ γίνεται τεῦ ὡϲ ἐμοῦ ἐμεῦ, ϲοῦ ϲεῦ ἐκ τοῦ ἐμέο καὶ ϲέο. τὸ τέο τετόλμηκεν Ἀρχίλοχοϲ «τεοῦ χολούμενοϲ» εἰπεῖν ἀντὶ τοῦ τίνοϲ. ἡ δοτικὴ τέῳ καὶ τὸ ἀόριϲτον αὐτοῦ ὅτεῳ καὶ ἐπὶ γενικῆϲ «ὅττεό ϲε χρή » (α 124). τοῦτο τὸ ὄνομα αἰτιατικὴν καὶ ὀρθὴν οὐκ ἔχει. ὡϲαύτωϲ καὶ ἐπὶ τῶν πληθυντικῶν «ὅτεών τε πόλιν καὶ γαῖαν ἱκάνω» (κ 39) καὶ « ὁτέοιϲιν» ( 0 491).