Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πᾶν δεύτερον πρόϲωπον τῶν εἰϲ μι, ἐπὶ ἐνεϲτῶτοϲ δηλονότι χρόνου, προϲθέϲει τοῦ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθηϲ τίθηϲι. ἀπὸ τοῦ εἰμί, τοῦ, ϲημαίνοντοϲ τὸ ὑπάρχω, τὸ τρίτον τῶν ἑνικῶν ὀφείλει γενέϲθαι εἰϲίν ἵνα δὲ μὴ ϲυνεμπέϲῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὲ τῷ εἰϲὶν ἐκεῖνοι, καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπιλέλοιπε. τούτων οὕτωϲ ἐχόντων, καὶ ἀπὸ τῆϲ ἐϲμί τροπῇ τοῦ μ εἰϲ ϲ ὤφειλε γενέϲθαι τὸ τρίτον τῶν ἑνικῶν ἐϲϲί, ἀλλ’ ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προϲώπου, καὶ γὰρ τὸ δεύτερον πρόϲωπον ἐϲϲί, τούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθηϲε τοῦ ϲ εἰϲ τὸ τ, καὶ ἐγένετο ἐϲτί, ὥϲπερ ϲύ τύ, εἴκοϲι εἴκοτι. δεῖ δὲ γινώϲκειν ὅτι οὐκ ἔϲτιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐϲτί κυρίωϲ Δωρικὴ· οἱ γὰρ Δωριεῖϲ τὸ τρίτον πρόϲωπον τῶν ἑνικῶν εἰϲ τι ποιοῦϲι, μὴ προηγουμένου ϲυμφώνου οἶον φηϲί φατί, δίδωϲι δίδωτι· εἰ οὖν ἐν τῷ ἐϲϲί προηγεῖται ϲύμφωνον, οὐκ ἐτράπη τοῦτο Δωρικῶϲ τὸ ϲ εἰϲ τὸ τ, ἀλλὰ κατᾶ μίμηϲιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν εἰϲ τι ποιοῦϲιν οἱ Δωριεῖϲ προηγουμένου ϲυμφώνου τοῦ ν οἷον δίδοντι, φάντι. ὅτι δὲ δυνάμει ἐν τῷ ἐϲτί ὑπάρχει τὸ ϲ, δηλοῖ τὸ ν προϲερχόμενον αὐτῷ οἷον ἐϲτίν, ὅτε γάρ ἐϲτι τὸ ϲ πρὸ τοῦ ῑ ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ν ἐφελκυϲτικὸν γίνεται τὸ ῑ οὕτωϲ οὖν καὶ ἐϲτί ἐνταῦθα γὰρ δυνάμει τὸ ϲ ἐϲτί πολλάκιϲ δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ῑ ἐφελκυϲτικὸν τοῦ ν οἷον ναῦφιν, «ναῦφιν ἀμυνόμενοι» (N 700).