Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἔϲτι δέ τινα δυνάμενα κατὰ ϲυζυγίαν εἰϲ δευτέραν χωρεῖν ὡϲ τὸ πίπλημι καὶ πίπρημι. καὶ τὸ γηράϲ δὲ γηράντοϲ καὶ τὸ γηράναι τὸ \ἀπαρέμφατον ἀπὸ δευτέραϲ τῶν εἰϲ μι. τὸ δὲ γήρηϲε (an γήρηϲι ?) καὶ ἀνδρὸϲ γηρέντοϲ ἀπὸ πρώτηϲ. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐνδείκνυται ϲχήματα τὴν ἀπὸ τῶν εἰϲ μι κίνηϲιν ὥϲπερ καὶ τὸ κεῖμαι καὶ τὸ ἧμαι. ἀλλὰ καὶ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τὸ γὰρ ἔραμαι καὶ ἄγαμαι καὶ δύναμαι καὶ τὸ παρὰ Δωριεῦϲι πέταμαι.

Τοιαύτη δὲ καὶ ἡ τρίτη τῶν εἰϲ μι. καὶ γὰρ τὸ ἔγνων καὶ ἐβίων ἐξ αὐτῆϲ εἰϲι κινήματα, ἀλλ’ οὐ καὶ τὰ θέματα.