Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον ὅτι ἐν τοῖϲ εἰϲ μι οὐκ ἔϲτι μέϲοϲ παρακείμενοϲ, καὶ ἡ αἰτία ἐϲτὶν αὕτη· ἡνίκα ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ περιττοϲυλλαβεῖ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ περιττοϲυλλαβεῖ τοῦ μέϲου παρακειμένου οἶον κτυπῶ κτυπήϲω ἐκτύπηϲα ἔκτυπον ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήϲω ἐδούπηϲα ἔδουπον καὶ δεδούπηκα δέδουπα·  ὅτε δὲ ὁ α΄ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἰϲοϲυλλαβεῖ τῷ δευτέρῳ ἀορίϲτῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἰϲοϲυλλαβεῖ τῷ μέϲῳ παρακειμένῳ, ἔϲτειλα ἔϲταλον ἔϲταλκα ἔϲτολα. ἐνταῦθα οὖν ἐν τοῖϲ εἰϲ μι, ἐπειδὴ ἀεὶ περιττοϲυλλαβε ὁ πρῶτοϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ τοῦ δευτέρου ἀορίϲτου τοῦ ἐνεργητικοῦ, ἔϲτηϲα γὰρ καὶ ἔϲτην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν, εἰ ἐγένετο ὁ μέϲοϲ παρακείμενοϲ, ἤμελλε περιττοϲυλλαβεῖϲθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕϲτακα τριϲυλλαβούντων, αὐτόϲ, φημὶ δὴ ὁ μέϲοϲ παρακείμενοϲ, εἰϲ διϲυλλαβίαν περιπίπτων ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ ὁ μέϲοϲ παρακείμενοϲ διϲύλλαβοϲ εὑρίϲκεται ἐν χρήϲει, χωρὶϲ τοῦ οἷδα καὶ τοῦ εἶκα ὃ ϲημαίνει τὸ ὁμοιῶ, ὡϲ παρὰ Ἀλκμᾶνι

  • εἶκαϲ μὲν ὡραίῳ λίνῳ
  • ἀντὶ τοῦ ὡμοίωϲαι· καὶ χωρὶϲ τοῦ ᾖα, ὃ ϲημαίνει τὸ ἐπορευόμην, ὅπερ κατά διάλυϲιν γίνεται ἤϊα, ὡϲ παρὰ τῷ ποιητῇ (δ 433)
  • ἤϊα πολλὰ θεοὺϲ γουνούμενοϲ,
  • ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὖ ὁ ὑπερϲυντελικὸϲ ἠΐειν διὰ τοῦ η καὶ ι κατὰ τὴν ἄρχουϲαν καὶ ἐν ϲυνθέϲει παρῄειν καὶ ἐξῄειν, ὡϲ παρὰ Μενάνδρῳ ( Con. ed. Meoin. IV 322)
  • ἀπῄειν τῶν τόκων τόκουϲ ἔχων.
  • τούτου οὖν χάριν ἐν τοῖϲ εἰϲ μι οὐκ ἔϲτι μέϲοϲ παρακείμενοϲ μέϲου δὲ παρακειμένου μὴ ὄντοϲ, εἰκότωϲ οὕτε μέϲοϲ ὑπερϲυντελικόϲ ἐϲτιν, ἐπειδὴ ἐκ τοῦ μέϲου παρακειμένου κανονίζεται ὁ μέϲοϲ ὑπερϲυντελικόϲ.

    ἰϲτέον ὅτι πᾶϲ μέλλων ἀπὸ τῶν εἰϲ μι τρέπων τὴν ϲω εἰϲ [*](1. 10 ἄλλο ante ἀλλὰ inserui, potui etiam scribere ἄλλο τοῦ. l. 37 potius οἶκαϲ; cf. Bergk, frg. Alcm. 76, Lehrs ad Hdn. Mon. 24, 9. . 44 Bekker. Anecd. p. 1294 edidit τόκων ἔχων τόκουϲ.)

    838
    ν καὶ τὴν ἄρχουϲαν ἐκτείνων χρονικῶϲ ἢ ϲυλλαβικῶϲ τὸν δεύτερον ἀόριϲτον ποιεῖ οἷον θήϲω ἔθην, βήϲω ἔβην, φήϲω ἔφην, δώϲω ἔδων, γνώϲω ἔγνων, βιώϲω ἐβίυν, ἥϲω ἧν, φύϲω ἔφυν, δύϲω ἔδυν, κλῦμι κλύϲω ἔκλυν, ἐξ οὖ τὸ προϲτακτικὸν κλῦθι, ἅλωμι ἁλώϲω ἥλων ἥλω καὶ κατὰ διάλυϲιν τοῦ η εἰϲ καὶ ᾱ ἑάλων καὶ ἑάλω, ὥϲπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυϲιν τοῦ η εἰϲ ε καὶ ᾱ. πάλιν ἵϲτημι ϲτήϲω καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ ὁ ἐνεργητικὸϲ ἔϲτην· οὖτοϲ ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ ϲημαϲίαν καὶ ϲύντοξιν οὕτε γὰρ λέγομεν ἔϲτην ϲε, ἀλλ’ ἔϲτην ὑπὸ ϲοῦ, ὥϲπερ ἐϲτάθην ὑπὸ ϲοῦ.

    ϲημείωϲαι, ὅτι ἐπὶ τῶν εἰϲ μι ἐπὶ δευτέρου ἀορίϲτου φυλάττεται ἡ λήγουϲα αὐτοῦ, ἤγουν τοῦ δευτέρου ἀορίϲτου, ἐν τοῖϲ πληθυντικοῖϲ παραλήγουϲα ἡ αὐτὴ οἷον ἵϲτημι· ὁ β΄ ἀόριϲτοϲ ἔϲτην ἔϲτημεν ἔϲτητε. γνῶμι· ὁ β΄ ἀόριϲτοϲ ἔγνων ἔγνωμεν ἔγνωτε. πλὴν τοῦ ἔθην ἔθεμεν ἔθετε, ἔδων ἔδομεν ἔδοτε, ἧν ἕμεν ἕτε. καὶ διὰ τί πλὴν τούτων διότι, φηϲὶν ὁ τεχνικόϲ, τὰ ἑνικὰ οἶον ἔθην ἔδων ἧν οὐχ εὑρίϲκεται ἐν χρήϲει· τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν εὑριϲκόμενα ἐν χρήϲει ἐναλλάϲϲεται κείμενα ὡϲ ἔτυχεν.