Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὅτι ὥϲπερ τὸ ὕφαϲμα διὰ τοῦ ϲ οὕτω καὶ μετοχή ἐϲτιν ὑφαϲμένοϲ Ἡρωδιανὸϲ δηλοῖ, ὃϲ καὶ Ἀττικῶν αὐτό φηϲιν εἶναι, οἳ καὶ μεμολυϲμένοϲ φαϲὶ καὶ μεμαραϲμένοϲ· εἰ καὶ ἄλλωϲ ὥϲπερ [*](1. 14 quae sequuntur ἔϲτι δὲ ϲχηματίϲαι αὐτὰ οὕτωϲ· ἔϲτιν ἕω καὶ κέω κτλ. proposui in libro περὶ παθῶν. l. causa autem nulla alia est nisi quod μ non terminationis, sed stirpis est. Choeroboscus, qui pluribus locis 533, 13 et 604, 25 de declinatione aoristi ἐδάμην loquens μ non κλιτικόν, sed θεματικόν esse dicit, etiam haec ex Herodiano petivisse videtur: p. 668, 6 πᾶν πρῶτον πρόϲωπον ἔχον τὸ μ κλιτικόν, τοῦ τρίτου προϲώπου τὸ τ ἢ τρέπον εἰϲ ϲ τὸ δεύτερον πρόϲωπον ποιεῖ, ἢ ἀποβάλλον τὸ τ τοῦ τρίτου, καὶ κρᾶϲιν ποιούμενον τῶν φωνηέντων· καὶ ὅϲα μὲν ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἐκεῖνα τροπῇ τοῦ εἰϲ τὸ ϲ ποιεῖ τὸ δεύτερον πρόϲωπον οἶον πεποίημαι πεποίηται πεποίηϲαι ἐπεποιήμην ἐπεποίητο ἐπεποίηϲο· πεποιηκώϲ γὰρ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ. καὶ πάλιν τίθεμαι τίθεϲαι ἐτιθέμην ἐτίθετο ἐτίθεϲο· τιθεὶϲ γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ· ὅϲα δὲ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, ἐκεῖνα ἀποβολῇ τοῦ τ καὶ κράϲει τῶν φωνηέντων ποιεῖ τὸ β΄ πρόϲωπον οἷον τύπτομαι τύπτεται, καὶ κατ’ ἀποβολὴν τὸῦ τ τύπτεαι, καὶ κράϲει τοῦ ε καὶ α εἰϲ η τύπτῃ, ὥϲπερ βέλεα βέλη καὶ μένει τὸ ι προϲγεγραμμένον καὶ ἀνεκφώνητον διὰ τὸ μέγεθοϲ τοῦ η· καὶ πάλιν ἐτυπτόμην ἐτύπτετο καὶ κατά ἀποβολὴν τοῦ τ ἐτύπτεο καὶ κατὰ κράϲιν τοῦ εο εἰϲ τὴν ου δίφθογγον ἐτύπτου, ὥϲπερ χάλκεοϲ χαλκοῦϲ οὐδὲ γὰρ ἔχει ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ c μετ’ ὀξείαϲ τάϲεωϲ τύπτων γάρ ἐϲτιν ἡ ἐνεργητικὴ μετοχή· καὶ πάλιν ἐτυψάμην ἐτύψατο καὶ κατὰ ἀποβολὴν τοῦ τ ἐτύψαο, καὶ κατὰ κρᾶϲιν τοῦ α καὶ ο εἰϲ τὸ ω ἐτύψω, ὡϲπερ βοάομεν βοῶμεν· οὐδὲ γὰρ ἔχει τοῦτο τὴν ἐνεργητικὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ· τύψαϲ γάρ ἐϲτιν ἡ ἐνεργητικὴ μετοχὴ εἰϲ ϲ μέν, ἀλλ’ οὐκ ὀξύτονοϲ. 670, 7 πρόϲκειται ἐν τῷ κανόνι «πᾶν πρῶτον πρόϲωπον ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην· τοῦτο γὰρ οὐ ποιε τὸ δεύτερον πρόϲωπον ἀπὸ τοῦ τρίτου ἢ τροπῇ τοῦ τ εἰϲ τὸ ϲ ἢ ἀποβολῇ τοῦ τ καὶ κράϲει τῶν φωνηέντων, ἐπειδὴ οὐκ ἔχει τὸ τ κατὰ τὸ τρίτον πρόϲωπον· τὸ γὰρ μ τὸ ὅν ἐν τῷ πρώτῳ προϲώπῳ οὐκ ἔϲτι κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτὸ δάμνω γάρ ἐϲτιν ὁ ἐνεϲτώϲ.)

811
αἰϲχύνω ῇϲχυμμένοϲ, οὕτωϲ ὤφειλε εἶναι καὶ μολύνω μεμολυμμένοϲ καὶ μαραίνω μεμαραμμένοϲ.

(Περὶ ὑπερϲυντελικοῦ).