Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἔλϲαν Αἰολικωτέρα κλίϲιϲ Choer. 545, 1 τὸ φθερῶ οἱ Αἰολεῖϲ θέλοντεϲ βαρύνειν ἅτε δὴ βαρυντικοὶ ὄντεϲ φθέρϲω λέγουϲι τὸ ϲ προϲτιθέντεϲ. τὸ γὰρ ϲ χαρακτηριϲτικόν ἐϲτι βαρυτόνου μέλλοντοϲ οἶον ποιήϲω, νοήϲω. καί πάλιν τὸ κερῶ κέρϲω λέγουϲιν ἐξ οὗ τὸ «ἀπέκερϲε τένονταϲ» (Κ 456).
ἔϲτι δὲ κακονίϲαι τὴν παραλήγουϲαν τοῦ μέλλοντοϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὕτωϲ· ὅτε γὰρ μακρᾷ παραλήγεται ὁ ἐνεϲτώϲ, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται οἷον ποιῶ ποιήϲω, εὑρῶ εὑρήϲω, τηρῶ τηρήϲω, ἀθλῶ ἀθλήϲω, πενθῶ πενθήϲω, ὀλιϲθῶ ὀλιϲθήϲω· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ ἀρκῶ ἀρκέϲω, τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεϲτῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶϲ τοῦ νεικῶ νεικέϲω, οἶον
περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ἰϲτέον ὅτι ὁ μέλλων τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α οἷον βοήϲω, ἐάϲω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· ἡνίκα μὲν τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλλοντα,
περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ὅτι ἡ τρίτη ϲυζυγία τῶν περιϲπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἶον χρυϲῶ χρυϲώϲω ἢ τῷ ο οἷον ὀμῶ ὀμόϲω. καὶ ἔϲτιν εἰπεῖν, διὰ τί; ὅτι ὅϲα μὲν ἔχει ὀνόματα παρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον χρυϲόϲ χρυϲῶ χρυϲώϲω, ἄργυροϲ ἀργυρῶ ἀργυρώϲω, γύψοϲ γυψῶ γυψώϲω, χείρ χειρῶ χειρώϲω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώϲομαι), πῦρ πυρόϲ πυρῶ πυρώϲω, ϲτέφανοϲ ϲτεφανῶ ϲτεφανώϲω, ὀρθόϲ ὀρθῶ ὀρθώϲω, ϲτρεβλόϲ ϲτρεβλῶ ϲτρεβλώϲω, κακόϲ κακῶ κακώϲω, ταπεινόϲ ταπεινῶ ταπεινώϲω ὅϲα δ’ οὐκ ἔχει ὄνομα προüποκείμενον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον ὀμῶ ὀμόϲω, ὀνῶ ὀνόϲω (ϲημαίνει δὲ τὸ μέμφομαι) καὶ ἀρῶ ἀρόϲω (ϲημαίνει δὲ τὸ ἀροτριῶ), τοῦτο δὲ διφορεῖται· τινὲϲ μὲν γὰρ διὰ τοῦ ο γράφουϲιν αὐτὸ ϲ δοξάζοντεϲ μὴ ἔχειν αὐτὸ ὄνομα προυποκείμενον, τινὲϲ δὲ διὰ τοῦ ω γράφουϲιν αὐτὸ λέγοντεϲ ὅτι ἔχει ὄνομα προυποκείμενον τὸ Ἄρηϲ, Ἄρηϲ γάρ ἐϲτιν ὁ ϲίδηροϲ.
( Περὶ δευτέρου μέλλοντοϲ).