Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἰϲτέον ὅτι τὸ ἔπεϲον μονῆρέϲ ἐϲτιν, οὐδέποτε γὰρ ὁ δεύτεροϲ ἀόριϲτοϲ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον, ἔφαγον, ἔδακον. λέγει δὲ Ἡρωδιανόϲ, ὅτι ἐϲτὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὲ τὸ ἔχεϲον, καὶ αὐτὸ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει καὶ παρατίθεται τὴν χρῆϲιν παρ’ Ἀλκαίῳ ἐν Γανυμήδει ἔχουϲαν οὕτωϲ (Com. graec. ed. Mein. II 826)
ὁ Ἡρωδιανὸϲ λέγει τοῦτο sc. τὸ ἷξον in «οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα» (δ I) καὶ τὰ ὅμοια ἐκ μέλλοντοϲ μετατεθεῖϲθαι εἰϲ ἐνεϲτῶτα ἵξω καὶ ὁ παρατατικὸϲ ἷξον ἷξεϲ ἷξε τὸ πληθυντικὸν ἵξομεν ἷξετε ἷξον. ὅτι δὲ οὐκ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ, ἀλλὰ παρατατικόϲ, ἐλέγχει καὶ τὰ προϲτακτικά. εὑρήϲειϲ γὰρ βῆϲε καὶ ἷξε καὶ οἷϲε ὡϲ τύπτε καὶ γράφε. εἰ δὲ ἦν ἀόριϲτοϲ, ἦν ἂν βῆϲον καὶ ἷξον. ἔϲτι δὲ οἴϲω μέλλων, οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλήν τοῦ μέλλοντοϲ. οὗτοϲ δὲ μετάγεται κατὰ ποιητικὴν ἐξουϲίαν εἰϲ ἐνεϲτῶτα, οὗ τὸ προϲτακτικὸν οἶϲε «οἶϲε θέειον γρηΰ» (χ 481) καὶ «οἴϲετε πῦρ » (0 718).