Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον δὲ ὅταν εὑρεθῇ τὸ ε ϲὺν ἀμεταβόλῳ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον τρέπεται εἰϲ τὸ α κατὰ τὸν δεύτερον ἀόριϲτον ἐν τῇ παραληγούϲῃ, εἶτε τοῦ ε προηγεῖται τὸ ἀμετάβολον, εἴτε ἐπιφέρεται αὐτῷ· τῆϲ ε′ ϲυζυγίαϲ τὸ ι δηλονότι ἀποβάλλεται οἷον κείρω ἔκαρον, φθείρω ἔφθαρον, ϲτείλω ἔϲταλον ἐξ οὐ τὸ ἐϲτάλην καὶ ἀπεϲτάλην, δείρω ἔδαρον ἐξ οὗ τὸ ἐδάρην, τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβαϲμὸν ἔπραθον, δέρκω ἔδαρκον, πέρδω ἔπαρδον ἐξ οὗ πέρδομαι, δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τὸ ε καὶ ἐπιφερόμενον ἔχει τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥϲ φηϲιν Ἡρωδιανόϲ, καὶ ἀπὸ περιϲπωμένου τοῦ δραμῶ εἶναι ἐξ οὖ ὁ δεδράμηκα παρακείμενοϲ· καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ε τοῦ ἀμεταβόλου οἷον κλέπτω ἔκλαπον ἐξ οὗ τὸ ἐκλάπην, πλέκω ἔπλακον ἐξ οὖ τὸ ἐπλάκην, τρέπω ἔτραπον ἐξ οὗ τὸ ἐτράπην, τρέφω ἔτραφον ἐξ οὗ τὸ ἐτράφην, ϲτρέφω ἔϲτραφον ἐξ οὗ τὸ ἐϲτράφην, βρέχω ἔβραχον ἐξ οὗ τὸ ἐβράχην. πρόϲκειται « ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ ἀγείρω ἤγειρον, ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰϲ α.

ἰϲτέον ὅτι τὸ ἔπεϲον μονῆρέϲ ἐϲτιν, οὐδέποτε γὰρ ὁ δεύτεροϲ ἀόριϲτοϲ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον, ἔφαγον, ἔδακον. λέγει δὲ Ἡρωδιανόϲ, ὅτι ἐϲτὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὲ τὸ ἔχεϲον, καὶ αὐτὸ πρὸ τῆϲ ον ϲυλλαβῆϲ τὸ ϲ ἔχει καὶ παρατίθεται τὴν χρῆϲιν παρ’ Ἀλκαίῳ ἐν Γανυμήδει ἔχουϲαν οὕτωϲ (Com. graec. ed. Mein. II 826)

  • κατέχεϲον τῆϲ Nηρηΐδοϲ.
  • ϲχηματίζει δὲ ὁ Ἡρωδιανὸϲ τοῦτον τὸν τρόπον τὸ ἔπεϲον· φηϲὶν ὅτι ὥϲπερ ἀπὸ τοῦ φυϲῶ φυϲήϲω γίνεται φύϲημα καὶ ἀπὸ τοῦ νοϲῶ νοϲήϲω νόϲημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεϲῶ περιϲπωμένου γίνεται πεϲήϲω καὶ πέϲημα, ὄνομα ῥηματικόν, ὡϲ παρ’ Ἐὐριπίδη ἐν Ἀνδρομόχῃ (652)
  • οὗ πεϲήματα
  • πλεῖϲθ’ Ἑλλάδοϲ πέπτωκε δορυπετῆ νεκρῶν,
  • [*](1. 16 praeceptum de ἔδραμον ex hoc loco transiit in E M. 316, 47, E. Gud. 160, 59, Zonar. 618.)
    802
    καὶ λοιπὸν ὡϲ ἀπὸ τοῦ πεϲῶ περιϲπωμένου γέγονεν ἔπεϲον ὁ δεύτεροϲ ἀόριϲτοϲ ὥϲπερ καὶ ἀπὸ τοῦ χραιϲμῶ ἔχραιϲμον καὶ ἀπὸ τοῦ ὀλιϲθῶ ὤλιϲθον.

    ὁ Ἡρωδιανὸϲ λέγει τοῦτο sc. τὸ ἷξον in «οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα» (δ I) καὶ τὰ ὅμοια ἐκ μέλλοντοϲ μετατεθεῖϲθαι εἰϲ ἐνεϲτῶτα ἵξω καὶ ὁ παρατατικὸϲ ἷξον ἷξεϲ ἷξε τὸ πληθυντικὸν ἵξομεν ἷξετε ἷξον. ὅτι δὲ οὐκ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ, ἀλλὰ παρατατικόϲ, ἐλέγχει καὶ τὰ προϲτακτικά. εὑρήϲειϲ γὰρ βῆϲε καὶ ἷξε καὶ οἷϲε ὡϲ τύπτε καὶ γράφε. εἰ δὲ ἦν ἀόριϲτοϲ, ἦν ἂν βῆϲον καὶ ἷξον. ἔϲτι δὲ οἴϲω μέλλων, οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλήν τοῦ μέλλοντοϲ. οὗτοϲ δὲ μετάγεται κατὰ ποιητικὴν ἐξουϲίαν εἰϲ ἐνεϲτῶτα, οὗ τὸ προϲτακτικὸν οἶϲε «οἶϲε θέειον γρηΰ» (χ 481) καὶ «οἴϲετε πῦρ » (0 718).

    εἰ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ διὰ καθαροῦ τοῦ ον ἐκφέρεται οἷον κίω ἔκιον ὡϲ παρὰ τῷ ποιητῇ «ἔκιον μεγάλῳ ἀλαλητῷ » (Μ 138), καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, πίω ἔπιον.

    «οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον » (Ζ 500) ἀντὶ τοῦ ἐγόων. ὁ μὲν Ἀπολλώνιοϲ δευτέραϲ ϲυζυγίαϲ αὐτὸ εἶναι λέγει καὶ παρατατικοῦ, ὁ δὲ Ἡρωδιανὸϲ δευτέρου ἀορίϲτου ὥϲπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ ἔγοον.