Περὶ κλίσεως ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Τὰ εἰϲ αϲ ἀπὸ θηλυκῶν ϲυντεθειμένα ἰϲοϲυλλάβωϲ κλίνεται οἰον φαρέτρα εὐφαρέτραϲ εὐφαρέτρα, θήρα θυννοθήραϲ θυννοθήρα, βία Εὐρυβίαϲ Εὐρυβία, ἀγορά Πυθαγόραϲ Πυθαγόρα, ἀνία Παυϲανίαϲ Παυϲανία.
Τὰ εἰϲ αϲ περιϲπώμενα δύο κλίϲειϲ ἐπιδέχεται καὶ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Μηνᾶϲ Μηνᾶ, καὶ περιττοϲυλλάβωϲ, οἷον πελεκᾶϲ πελεκᾶντοϲ· χωρὶϲ τῶν Ἰωνικῶϲ ἐκφερομένων διὰ τοῦ δοϲ, οἷον Βιττᾶϲ Βιττᾶδοϲ, Κυρᾶϲ Κυρᾶδοϲ, ἔϲτι δὲ ὀνόματα κύρια.
Τὰ εἰϲ αϲ περιϲπώμενα, εἰ μόνωϲ κύρια ἢ ὑποκοριϲτικὰ ἢ ἐπιϲκόμματα ἢ ἀπὸ ϲυμβεβηκότοϲ, ἰϲοϲυλλάβωϲ κλίνεται. κύρια μὲν οἷον Μηνᾶϲ Μηνᾶ, Ζηνᾶϲ Ζηνᾶ, Μητρᾶϲ Μητρᾶ, Κομητᾶϲ Κομητᾶ, Φιλητᾶϲ Φιλητᾶ καὶ τὰ ὅμοια. ὑποκοριϲτικὰ δὲ οἷον ὀϲτρακᾶϲ ὀϲτρακᾶ, πινακᾶϲ πινακᾶ, λαχανᾶϲ λαχανᾶ. ἐπιϲκώμματα δὲ οἶον καταφαγᾶϲ καταφαγᾶ, δακνᾶϲ δακνᾶ. ἀπὸ ϲυμβεβηκότοϲ δὲ οἷον τρεϲᾶϲ τρεϲᾶ ὁ δειλόϲ. εἰ δὲ μὴ οὕτωϲ ἔχοι, περιττοϲυλλάβωϲ κλίνεται οἷον πελεκᾶϲ πελεκᾶντοϲ, ἱλᾶϲ ἱλᾶντοϲ (ϲημαίνει δὲ τὸν εὐμενῆ), ἀλλᾶϲ ἀλλᾶντοϲ, χωρὶϲ τοῦ ἀτταγᾶϲ ἀτταγᾶ· τοῦτο γὰρ ἰϲοϲυλλάβωϲ κλίνεται. ϲεϲημείωται ἐν τοῖϲ κυρίοιϲ τὸ Γλιϲᾶϲ Γλιϲᾶντοϲ περιττοϲυλλάβωϲ κλιθὲν (ἔϲτι δὲ ὄνομα πόλεωϲ) καὶ τὸ παρὰ τῷ κωμικῷ ἰϲοϲυλλάβωϲ κλινόμενον Μαρικᾶϲ βάρβαρον ὄνομα «Εὕπολιϲ μὲν τὸν Μαρικᾶν πρώτιϲτον παρείλκυϲεν» (Nub. 557) διὰ τοῦ ντ κλίνεται «ἀλλ’οὖν ἔγωγέ ϲοι λέγω Μαρικᾶντα μή κολάζειν».
Περὶ κινήϲεωϲ τῶν εἰϲ αϲ περιττοϲυλλάβωϲ κλινομένων.
Choer. 99, 12. πᾶϲα γενικὴ εἰϲ οϲ λήγουϲα τροπῇ τοῦ οϲ εἰϲ ι. τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὑμόχρονον οἷον φωτόϲ φωτί, ἀνδρόϲ ἀνδρί, χηνόϲ χηνί, μηνόϲ μηνί, παιδόϲ παιδί, Αἴαντοϲ Αἴαντι, ταχέοϲ ταχέϊ, ἡδέοϲ ἡδέι.· τὸ δὲ
ἔχει ὀρθὰϲ καὶ κλητικὰϲ οἷον τύψαϲ τύψαντοϲ ὦ τύψαϲ, λέξαϲ λέξαντοϲ ὦ λέξαϲ, τύπτων τύπτοντοϲ ὦ τύπτων, ὁ ὀδοὺϲ τοῦ ὀδόντοϲ ὦ ὀδούϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα», ἐπειδὴ ὅτε ἰϲοϲυλλάβωϲ κλίνεται, οὐκ ἔχει τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν. ἰδοὺ γὰρ ὁ τυπτόμενοϲ τοῦ τυπτομένου μετοχὴ καὶ τούτου ἡ κλητικὴ ὦ τυπτόμενέ ἐϲτι· καὶ ὁ ἐρώμενοϲ τοῦ ἐρωμένου ὄνομα μετοχικὸν καὶ τούτου ἡ κλητικὴ ὦ ἐρώμενέ ἐϲτιν. ἔτι δεῖ προϲθεῖναι ἐν τῷ κανόνι «χωρὶϲ τῶν Ἀττικῶν ». οἱ γὰρ Ἀττικοὶ τὰϲ αὐτὰϲ εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον ὁ θόαϲ ὦ Θόαϲ, ὁ Αἴαϲ ὦ Αἴαϲ
Choer. 106, 30: πᾶϲα δοτικὴ ἑνικῶν εἰϲ ι ἐκφωνούμενον λήγουϲα τροπῇ τοῦ ι εἰϲ ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ οἷον Αἴαντι [*](l. 25 accentum in Εὐρυδάμαν mutavi auctore Lob. El. 11 279. l. 26 ante διὰ. eieci ἢ; de ἀκαμαντοχάρμαν cf. Herod. περὶ παθῶν in E. M. 44, 15,in quo loco quae dicitur πλάνη κλίϲεωϲ, a Choerobosco dieitur ϲυνεκδρομὴ τοῦ Αἶαν, sed Herodiani sententiam in eo pervertit Choer., quod aut per synecdromen aut per ἐπαλληλίαν ἀκαμαντοχάρμαν dictum esse pronunciat , quum Herodianus κατὰ ϲυνεκδρομὴν διὰ τὴν ἐπαλληλίαν τῶν φωνηέντων factum esse dixisse videatur. Epalleliam autem hoc loco Herodianus non repetitionem earundem vel similium vocalium, sed concursum vocalium intellexisse videtur. Sic Choeroboscns cum Herodiano con ciliari potest, a quo eum abhorrere pertendit Lob. El. 11 194.)
Choer. 107, 32. πᾶϲα εὐθεῖα δυικῶν εἰϲ ε ἢ εἰϲ ω λήγουϲα εἰϲ οιν ποιεῖ τὴν γενικὴν καὶ δοτικὴν οἷον Αἴαντε Αἰάντοιν, βόε βοοῖν, Ὁμήρω Ὁμήροιν, ἀνθρώπω ἀνθρώποιν χωρὶϲ τῶν ἐπεκτεταμένων. ἔϲτι γὰρ τοιώδε καὶ τοϲώδε ἡ εὐθεῖα τῶν δυϊκῶν, καὶ γίνεται ἡ γενικὴ καὶ δοτικὴ τοιοῖνδε καὶ τοϲοῖνδε. ἰδοὺ γὰρ ἐνταῦθα εἰϲ ἑ λήγουϲα ἡ εὐθεῖα τῶν δυϊκῶν, οὐ λήγει εἰϲ οιν ἡ γενικὴ καὶ δοτική ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἔκταϲιν ἀνεδέξατο, ἤγουν πρόϲθεϲιν τῆϲ δε ϲυλλαβῆϲ. δεῖ γινώϲκειν, ὅτι ἐν τούτοιϲ κατὰ πτῶϲιν γίνεται ἡ ἔκταϲιϲ, ἔϲτι γὰρ τοίω καὶ τόϲω, καὶ κατ’ ἐπέκταϲιν τῆϲ δε ϲυλλαβῆϲ γίνεται τοιώδε καὶ τοϲώδε. καὶ πάλιν ἔϲτι τοίοιν καὶ τόϲοιν καὶ κατ’ ἐπέκταϲιν τῆϲ δε ϲυλλαβῆϲ τοιοῖνδε καὶ τοϲοῖνδε. τούτων οὕτωϲ ἐχόντων, τὸ ἄμφω καὶ δύο ἀναλόγωϲ ἔχει τὴν γενικὴν καὶ δοτικὴν εἰϲ οιν, ἀμφοῖν καὶ δυοῖν. τὸ δὲ δυοῖν γίνεται καὶ δυεῖν διὰ τῆϲ ει διφθόγγου κατὰ τροπὴν τοῦ ο εἰϲ τὸ ε.
Choer. 108, 17: δεῖ γινώϲκειν ὅτι ἐν τοῖϲ δυϊκοῖϲ ϲυνημμέναι εἰϲὶν αἱ πτώϲειϲ· ὀρθὴν γὰρ καὶ αἰτιατικὴν ὁμοῦ λέγομεν, καὶ γενικὴν καὶ δοτικὴν πάλιν ὁμοῦ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐν τοῖϲ δυικοῖϲ ϲυνημμέναι εἰϲὶν αἱ πτώϲειϲ· καὶ ἔϲτιν εἰπεῖν ὅτι τὰ δυϊκὰ ὑϲτερογενῆ ἐϲτιν, ὅθεν πολλάκιϲ καὶ τοῖϲ πληθυντικοῖϲ κεχρήμεθα ἀντὶ τῶν δυικῶν ἐν τῇ κοινῇ διαλέκτῳ. ὅτι γὰρ ὑϲτερογενῆ ἐϲτι τὰ δυϊκὰ δῆλον [*](l 36 cf. p 505, 34, unde hanc sententiam a Philoxeno recepisse Herodianum comperimus prior quae hanc praecedit, explicatio e rerum nature petits ab Apollonio proposita vietur.)
Choer. 109, 11: ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐν τοῖϲ δυϊκοῖϲ ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν ὁμοῦ, καὶ γενικὴν καὶ δοτικὴν ὁμοῦ λέγομεν, καὶ πάλιν καὶ μὴ τυχὸν ὀρθὴν καὶ γενικὴν λέγομεν καὶ δοτικὴν καὶ αἰτιατικήν. καὶ ἔϲτιν εἰπεῖν εὐλόγωϲ ὀρθὴν καὶ αἰτιατικὴν λέγομεν, ἐπειδὴ ϲυγγένειαν ἔχει ἡ ὀρθὴ πρὸϲ τὴν αἰτιατικήν, καὶ δῆλον ἐκ τῶν οὐδετέρων· καὶ γὰρ ἐν τοῖϲ οὐδετέροιϲ τὴν αὐτὴν λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικὴν οἷον τὸ βῆμα τοῦ βήματοϲ τῷ βήματι τὸ βῆμα ὦ βῆμα. δεικνύομεν δὲ καὶ ἀπὸ τούτων τῆϲ εὐθείαϲ τὴν ϲυγγένειαν πρὸϲ τὴν αἰτιατικήν, καὶ τῆϲ γενικῆϲ πρὸϲ τὴν δοτικήν. ἰδοὺ γὰρ ἔϲτιν ἄνθρωποϲ καὶ Ὅηροϲ καὶ ταῦτα πρόπαροξύνεται κατὰ τὴν εὐθεῖαν· ἐν δὲ τῇ γενικῇ καὶ δοτικῇ πρὸ μιᾶϲ ἔχει τὸν τόνον, τουτέϲτι παροξύνεται, οἷον ἀνθρώπου ἀνθρώπῳ, Ὁμήρου Ὁμήρῳ· καὶ ἰδοὺ ἡ γενικὴ καὶ δοτικὴ τὸν αὐτὸν ἔχουϲι τόνον. ἡ δὲ αἰτιατικὴ πρὸϲ τὴν εὐθεῖαν γίνεται, τουτέϲτι προπαροξύνεται, οἷον ἄνθρωπον Ὅμηρον, ὥϲπερ ἄνθρωποϲ Ὅμηροϲ· καὶ ἰδοὺ εὑρίϲκεται ἡ μὲν δοτικὴ ἔχουϲα τὴν ὁμοιότητα πρὸϲ τὴν γενικήν, ἡ δὲ αἰτιατικὴ πρὸϲ τὴν εὐθεῖαν. διὰ τοῦτο οὖν ἐν τοῖϲ δυϊκοῖϲ λέγομεν ὀρθὴν καὶ αἰτιατικὴν ὁμοῦ, καὶ πάλιν γενικὴν καὶ δοτικήν.
Choer. 110, 17: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν ἐπὶ μὲν τῶν δυικῶν καὶ τῶν πληθυντικῶν ἡ αὐτή ἐϲτιν ὀρθὴ καὶ κλητικὴ οἷον τὼ Αἴαντε ὦ Αἴαωτε, οἱ Αἴαντεϲ ὦ Αἴαντεϲ, ἐπὶ δὲ τοῖϲ ἑνικοῖϲ οὐ πάντωϲ, ἔϲτι γὰρ ὅτε διαλλάϲϲουϲιν οἷον ὁ Αἶαϲ ὦ Αἶαν, καὶ ἔϲτιν ὅτε ὁμοφωνοῦϲιν οἷον ὁ Λάχηϲ ὤ Λάχηϲ. ἔϲτιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι τῆϲ μὲν γενικῆϲ μήτηρ ἐϲτὶν ἡ εὐθεῖα, ἐξ αὐτῆϲ γὰρ τίκτεται ἡ γενική, τῶν δὲ ἄλλων πτώϲεων μήτηρ ἐϲτὶν ἡ γενική. ἐπειδὴ οὖν ἐν τοῖϲ δυϊκοῖϲ ἕν ἐϲτι τελικὸν τῆϲ γενικῆϲ, φημὶ δὲ τὸ ν, οἷον τοῖν Αἰάντοιν, ταῖν Ἑλέναιν, ὁμοίωϲ δὲ καὶ ἐν τοῖϲ πληθυντικοῖϲ ἀεὶ τὸ αὐτό ἐϲτι τελικὸν τῆϲ γενικῆϲ, φημὶ δὴ τὸ ν, οἷον τῶν Αἰάντων, τῶν μουϲῶν, εἰκότωϲ ἐπειδὴ οὐκ ἐγένετο διάφοροϲ ἡ γενικὴ πρὸϲ τὴν ἰδίαν εὐθεῖαν, οὐδὲ ἡ κλητικὴ διάφοροϲ γέγονεν, ἐν δὲ τοῖϲ ἑνικοῖϲ ἐπειδὴ οὐκ ἔϲτιν ἓν τὸ τελικὸν τῆϲ γενικῆϲ (ποτὲ μὲν γὰρ ἐϲτι τὸ ϲ οἷον Αἴαϲ Αἴαντοϲ, ποτὲ δὲ τὸ υ οἷον κοχλίαϲ κοχλίου, ποτὲ δὲ τὸ α οἷον Μηνᾶϲ Μηνᾶ), εἰκότωϲ ἐπειδὴ τῆϲ γενικῆϲ τῆϲ ἐν τοῖϲ ἑνικοῖϲ οὐκ ἔϲτιν ἡ κατάληξιϲ μία , ἀλλὰ διάφοροϲ, καὶ ἡ κλητικὴ ὁμοίωϲ ἐν τοῖϲ ἑνικοῖϲ πολλάκιϲ πρὸϲ τὴν ἰδίαν εὐθεῖαν διάφοροϲ γίνεται· οἱ μέν τοι Ἀττικοὶ τὰϲ αὐτὰϲ καὶ ἐπὶ τῶν ἑνικῶν εἰώθαϲι ποιεῖν ὀρθὰϲ καὶ κλητικὰϲ οἷον Αἴαϲ ὦ Αἴαϲ
Choer. 111, 25: πᾶϲα εὐθεία δυικῶν εἰϲ ε λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, οἷον Αἴαντε Αἴαντεϲ, μύε μύεϲ, χάριτε χάριτεϲ, ἀϲπίδε ἀϲπίδεϲ. χωρὶϲ τῶν οὐδετέρων, τὼ βήματε γὰρ ἡ εὐθεῖα τῶν δυϊκῶν εἰϲ ε, καὶ ὅμωϲ οὐ ποιεῖ προϲέϲει τοῦ ϲ τὴν εὐθεῖαν τῶν πληθυντιῶν, τὰ βήματα γὰρ ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰϲ α.
Choer. 113, 11: πᾶϲα γενικὴ πληθυντικὴ εἰϲ ὗν λήγει ἐπὶ παντὸϲ γένουϲ οἷον Αἰάντων, Λαχήτων, μουϲῶν, μαιῶν, βημάτων, δοράτων, χωρὶϲ τῶν μονοπτώτων, οἱ πέντε γὰρ τῶν πέντε, καὶ οἱ ἑπτά τῶν ἑπτά, καὶ οἱ ἑκατόν τῶν ἑκατόν, καὶ χωρὶϲ τῶν ἐπεκτεταμένων, τῶν τοιῶνδε καὶ τῶν τοϲῶνδε, —καὶ χωρὶϲ τῶν κατὰ διάλεκτον, Ἀλτρειδᾶν γὰρ καὶ νυμφᾶν λέγουϲιν οἱ Δωριεῖϲ ἀντὶ τοῦ Ἀτρειδῶν καὶ νυμφῶν.
Choer. 113, 22. πᾶϲα εὐθεῖα εἰϲ ϲ λήγουϲα μετὰ μακρᾶϲ, περιττοϲυλλάβωϲ κλινομένη καὶ μὴ ϲυναιρουμένη κατὰ τὴν γενικήν, προϲθέϲει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν οἷον λέβηϲ λέβητοϲ λέβηcι, Τρώϲ Τρωόϲ Τρωϲί, Πλεύϲ Πηλέωϲ Πηλεῦϲι, Αἴαϲ Αἴαντοϲ Αἴαϲιν. πρόϲκειται «εἰϲ ϲ λήγουϲα» διὰ τὰ εἰϲ ν λήγοντα οἷον διὰ τὸ αὐχήν καὶ ποιμήν καὶ ὅϲα τοιαῦτα· οὐδὲ γὰρ προϲθέϲει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖϲ αὐχῆνι καὶ τοῖϲ ποιμῆνι, ἀλλὰ τοῖϲ αὐχέϲι καὶ τοῖϲ ποιμέϲι. πρόϲκειται «μετὰ μακρᾶϲ» διὰ τὸ ταχύϲ καὶ βραδύϲ καὶ τὰ τοιαῦτα· οὐδὲ γὰρ προϲθέϲει τοῦ ι ποιεῖ ταῦτα τὴν δοτικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν τοῖϲ ταχύϲι καὶ τοῖϲ βραδύϲιν, ἀλλὰ τοῖϲ ταχέϲι καὶ τοῖϲ βραδέϲιν, [*](l. 26 omisi verba, quae post τοϲῶνδε leguntur: καὶ χωρὶϲ τῶν κατὰ μεταπλαϲμόν, τὸ γὰρ ἱπποτᾶν ἀντ τοῦ ἱπποτῶν καὶ ἀρχηγετᾶν (pro ἀρχέταν scr.) ἀντὶ τοῦ ἀρχηγετῶν. nam etiam haec dialectica sunt.)
Choer. 115, 12. ἑτι δεῖ προϲθεῖναι «χωρὶϲ τοῦ υἱέϲι παρ’ Ἀθηναίοιϲ», υἱεύϲ γὰρ ἡ εὐθεῖα τῶν ἑνικῶν ὡϲ Πηλεύϲ, καὶ λέγουϲι τὴν δοτικὴν τῶν πληθυντικῶν υἱέϲιν, ὀφείλοντεϲ εἰπεῖν τοῖϲ υἱεῦϲιν ὥϲπερ τοῖϲ Πηλεῦϲι, «καὶ τοῦ δρομέϲι παρὰ Καλλιμάχῳ»·ἐκεῖνο γὰρ οὗτοϲ ἐπέγραψεν, ὀφείλων ἐπιγράψαι δρομεῦϲι· δρομεύϲ γάρ ἐϲτιν ἡ εὐθεῖα τῶν ἑνικῶν. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ τοῦ τάλαϲ καὶ τοῦ μέλαϲ, εἰϲ ϲ γάρ ἐϲτιν ἡ εὑθεῖα ἐπὶ πάντων μετὰ μακρᾶϲ, καὶ περιττοϲυλλάβωϲ κλίνεται τάλανοϲ καὶ μέλανοϲ, καὶ οὐ ϲυναιρεῖται κατὰ τὴν γενικήν, καὶ ὅμωϲ οὐ φυλάττει τὸ α ἐκτεταμένον ἐν τῇ δοτικῇ τῶν πληθυντικῶν ἀλλὰ ϲυνεϲταλμένον· καὶ λέγομεν ὅτι ἀπὸ τῆϲ δοτικῆϲ τῶν ἑνικῶν κανονίζεται ἐπὶ τούτων ἡ δοτικὴ τῶν πληθυντικῶν, οἶον ἀπὸ τῆϲ τάλανι καὶ μέλανι, τροπῇ τοῦ ν εἰϲ ϲ· πᾶϲα γὰρ εὐθεῖα εἰϲ ν λήγουϲα τροπῇ τοῦ ν εἰϲ ϲ τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ οἷον μηνί μηϲί, χηνί χηϲί, ποιμένι ποιμέϲι, λιμένι λιμέϲι, Πλάτωνι Πλάτωϲι, Μέμνονι Μέμνοϲι, Τρύφωνι Τρύφωϲι· οὕτωϲ οὖν καὶ τάλανι τάλαϲι καὶ μέλανι μέλαϲι. καὶ λοιπόν, ἐπειδὴ ἡ δοτικὴ τῶν ἑνικῶν ϲυϲτέλλει τὸ α, εἰκότωϲ καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν ϲυϲτέλλει αὐτό, ὡϲ ἐξ αὐτῆϲ γεγενημένη.
Choer. 116, 12: ἔτι δεῖ προϲθεῖναι «καὶ χωρὶϲ τοῦ κτείϲ κτενόϲ, δείϲ δενόϲ», ὅπερ μετὰ τῆϲ οὐ ἀποφάϲεωϲ καὶ τῆϲ μή ἀπαγορεύϲεωϲ γίνεται οὐδείϲ οὐδενόϲ καὶ μηδείϲ μηδενόϲ. ταῦτα γὰρ οὐ προϲλαμβάνει τὸ ι κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οὐδὲ γὰρ λέγομεν τοῖϲ κτειϲίν καὶ τοῖϲ δειϲί καὶ τοῖϲ μηδειϲίν, ἀλλὰ τοῖϲ κτεϲί καὶ τοῖϲ οὐδέϲι διὰ τοῦ ε μόνον, ἀπὸ γὰρ τῆϲ δοτικῆϲ [*](l. 6 omisi in exceptione de dativo in δι exeunte verba μὴ οὖϲα κατὰ μεταπλαϲμὸν ut ab Herodian1 doctrina aliena , nam is omnino metaplasmos in ipsis demum casibus fieri opinabatur. l. 14 cf. fr. 21. l. 26 omini post λήγουϲα verba μὴ οὖϲα κατὰ μεταπλαϲμόν propter causam modo prolatam.)
Choer. 117 , 25: πᾶϲα αἰτιατικὴ ἑνικῶν εἰϲ α λήγουϲα προϲθέϲει τοῦ ϲ ποιεῖ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, οἶον Αἴαντα Αἶανταϲ, Θόαντα Θόανταϲ, Λάχητα Λάχηταϲ, ἔρωτα ἔρωταϲ, Κύπριδα Κύπριδαϲ. χωρὶϲ τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ θηλυκῶν καὶ τῶν οὐδετέρων καὶ τῶν πεπονθότων. πρόϲκειται χωρὶϲ μὲν τῶν ἀπὸ τῶν εἰϲ ω καὶ εἰϲ ωϲ » διὰ τὸ ἡ Λητώ καὶ ἡ Ϲαπφώ καὶ ἡ αἰδώϲ καὶ ἡ ἠώϲ, ἰδοὺ γὰρ ἐπὶ τούτων αἱ ἑνικαὶ καὶ αἰτιατικαὶ αὐτῶν εἰϲ α λήγουϲιν, οἷον τὴν Λητόα καὶ Ϲαπφόα καὶ αἰδόα καὶ ἠόα, καὶ ὅμωϲ αἱ πληθυντικαὶ αἰτιατικαὶ αὐτῶν οὐ γίνονται προϲθέϲει τοῦ ϲ, οὐδὲ γὰρ λέγομεν τὰϲ Λητόαϲ καὶ Ϲαπφόαϲ καὶ τὰϲ αἰδόαϲ καὶ ἠόαϲ, ἀλλὰ τὰϲ Λητούϲ καὶ Ϲαπρούϲ καὶ τὰϲ αἰδούϲ καὶ ἠούϲ. «χωρὶϲ δὲ τῶν οὐδετέρων » πρόϲκειται διὰ τὸ βῆμα καὶ ἅρμα. ἰδοὺ γὰρ ἐπὶ τούτων εἰϲ α λήγει ἡ αἰτιατικὴ τῶν ἑνικῶν, καὶ ὅμωϲ οὐ ποιεῖ προϲθέϲει τοῦ ϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν βήμαϲ καὶ ἅρμαϲ τὴν αἰτιατικὴν τῶν πληθυντικῶν, ἀλλὰ τὰ βήματα καὶ τὰ ἅρματα. πρόϲκειται «χωρὶϲ τῶν πεπονθότων » διὰ τὸ νιφάϲ νιφάδοϲ νιφάδι νιφάδα. τὸ γὰρ νιφάδα γίνεται κατὰ πάθοϲ, ἤγουν κατὰ ἀποκοπήν, νίφα, ὡϲ παρὰ τῷ ποιητῇ (Hesiod. Opp. 533)
Περὶ κινήϲεωϲ τῶν εἰϲ αϲ ἰϲοϲυλλάβωϲ κλινομένων.
Choer. 121, 23: πᾶϲα γενικὴ ἰϲοϲυλλάβωϲ κλινομένη μακροκαταληκτεῖν θέλει οἷον ἄνθρωποϲ ἀνθρώπου. Ὅμηροϲ Ὁμήροῦ, δίψα δίψηϲ. μοῦϲα μούϲηϲ, Ἀντιόχεια Ἀντιοχείαϲ. Ἀπάμεια Ἀπαμείαϲ, Μήδεια Μηδείαϲ· αἱ πατρόϲ καὶ μητρόϲ γενικαὶ ἰϲοϲυλλαβοῦϲαι ταῖϲ ἰδίαιϲ εὐθείαιϲ, καὶ μή μακροκαταληκτοῦϲαι, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐ κλίνονται. ἰϲοϲυλλάβωϲ· πατήρ γὰρ πατέροϲ ἦϲαν καὶ μήτηρ μητέροϲ, καὶ κατὰ ϲυγκοπὴν τοῦ ε γεγόναϲι πατρόϲ καὶ μητρόϲ, καὶ λοιπὸν ἡ ϲυγκοπὴ γέγονεν αἰτία τῆϲ κλίϲεωϲ.
Choer. 120, 9: ἐπὶ τῶν εἰϲ αϲ βαρυτόνων ἐὰν εὕρωμεν εἰϲ α τὴν γενικὴν οἶον τοῦ Παπία καὶ τοῦ κοχλία, Δωρικὴν αὐτὴν λέγομεν, τῇ κοινῇ διαλέκτῳ ϲυνήθη γενομένην ἐπὶ δὲ τῶν εἰϲ αϲ περιϲπωμένων ἐὰν εἰϲ α εὕρωμεν τὴν γενικήν, οὐκέτι Δωρικὴν αὐτὴν λέγομεν, ἀλλὰ. κοινὴν οἷον ὁ Μηνᾶϲ τοῦ Μηνᾶ, ὁ Ζηνᾶϲ τοῦ Ζηνᾶ, ὁ μητρᾶϲ τοῦ μητρᾶ. δεῖ γινώϲκειν ὅτι τὸ Αἰνείαϲ Αἰνείου Αἰνεία λέγουϲιν οἱ Δωριεῖϲ διὰ μακροῦ τοῦ α, οἱ δὲ Βοιωτοὶ Αἰνείαο προϲτιθέντεϲ τὸ ο, οἱ δὲ ωνεϲ Αἰνείεω, τὸ α εἰϲ ε τρέποντεϲ καὶ τὸ ο εἰϲ ω. ἰϲτέον δὲ ὅτι τὸ Αἰνείαο ἐκτείνεται κατὰ τὴν παραλήγουϲαν. πᾶϲα γὰρ γενικὴ ὀνόματοϲ εἰϲ φωνῆεν λήγουϲα καὶ περιττοϲυλλαβοῦϲα τῆϲ ἰδίαϲ εὐθείαϲ ἐκτείνει τὴν λήγουϲαν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν οἶον Ἀτρείδεω, Πριαμίδεω· ἢ ϲυϲτέλλει τὴν λήγουϲαν καὶ ἐκτείνει τὴν παραλήγουϲαν οἷον καλοῖο, ϲοφοῖο, Πριάμοιο, ποταμοῖο, ὠκεανοῖο. εἰ οὖν τὸ Αἰνείαο οὐκ ἐξέτεινε τὴν τελευταίαν ϲυλλαβήν, ἀνάγκην ἔχει τὴν παραλήγουϲαν ἐκτεῖναι.
Choer. 122, 7: πᾶϲα δοτικὴ ἑνικῶν ἰϲοϲυλλαβοῦϲα τῇ ἰδίᾳ γενικῇ καὶ ἰϲοχρονεῖν αὐτῇ θέλει οἷον Αἴαντοϲ Αἴαντι, Λάχητοϲ Λάχητι, Ὁμήρου Ὁμήρῳ, ἀνθρώπου ἀνθρώπῳ, Μηδείαϲ Μηδείᾳ.
Choer. 121,9 et 123, 1: πᾶϲα γενικὴ ἰϲοϲυλλαβοῦϲα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰϲ ι ἀνεκφώνητον λήγουϲαν — οἷον ὁ Πέρϲηϲ τοῦ Πέρϲου τῷ Πέρϲῃ, Αἰνείαϲ Αἰνείου Αἰνείᾳ, Μήδεια Μηδείαϲ Μηδείᾳ, Ὅμηροϲ Ὁμήρου Ὁμήρῳ. χωρὶϲ τῶν εἰϲ υϲ ὑποκοριϲτικῶν, τὰ γὰρ εἰϲ υϲ ὑποκοριϲτικὰ ἔχει τὴν γενικὴν ἰϲοϲύλλαβον τῇ εὐθείᾳ, καὶ ὅμωϲ οὐκ ἔχει τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον λήγουϲαν οἷον ὁ Διονῦϲ τοῦ Διονῦ τῷ Διονῦ, ὁ Καμμῦϲ τοῦ Καμμῦ τῷ Καμμῦ, ὁ Λαρδῦϲ τοῦ Λαρδῦ τῷ [*](l. 29 ex canone Theodosii omisi verba μετὰ φωνήεντοϲ τῆϲ εὐθείαϲ ἢ μείζονοϲ ἀντιϲτοίχου, quum ω ex posteriorum grammaticorum more ἀντίϲτοιχον τοῦ ο vocatum sit ; Herodianus dixerat sic fere μετὰ φωνήεντοϲ τῆϲ εὐθείαϲ, εἰ μακρόν ἐϲτιν, ἢ ἐκταθέντοϲ, εἰ βραχύ ἐϲτιν, sei praemisso canone dc pari quantitate genetivi et dativi haec facile desiderari possunt. De genetivo deminutivorum cf. Herod. Mon. 31, 11 ὦν (se. τῶν ὑποκοριϲτικὴν ἔννοιαν ἐχόντων) οὐδὲ αἰ γενικαί παρόμοιοι τῷ προκειμένῳ (sc. τῷ ἰχθῦϲ)· ἰχθύοϲ γὰρ λέγεται. οὐ μεμιελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. Cf. Lob. El. 11 29.)