Περὶ ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
9. Choerob. 454, 32: Περὶ τοῦ κίϲ κιόϲ καὶ λίϲ λιόϲ — αὐτὸϲ (sc. Ἡρωδιανὸϲ) ἐν ἑτέροιϲ ἐϲημειώϲατο λέγων ἡμαρτημένα εἶναι εἴτε κατὰ τόνον εἴτε κατὰ κλίϲιν. ἢ γάρ, φηϲίν, ὀξύτονα ὄντα ὤφειλε διὰ ϲυμφώνου κλίνεϲθαι, εἴτε διὰ καθαροῦ τοῦ οϲ κλινόμενα οὐκ ὤφειλε ὀξυτονεῖϲθαι κατὰ τὴν εὐθεῖαν. τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα οὐδέποτε διὰ καθαροῦ τοῦ οϲ κλίνεται, ἀϲπίϲ ἀϲπίδοϲ, βολίϲ βολίδοϲ, κρηπίϲ κρηπῖδοϲ, κνημίϲ κνημῖδοϲ, βαϲιλίϲ βαϲιλίδοϲ. καὶ κέχρηται τοιούτῳ παραδείγματι, .ὅτι, ὥϲπερ Πάριϲ Πάριδοϲ καὶ Θέτιϲ Θέτιδοϲ καὶ μῆνιϲ μήνιδοϲ, ἐπειδὴ βαρύτονά ἐϲτι κατὰ τὴν εὐθεῖαν, γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ κατὰ τὴν γενικὴν οἷον Πάριοϲ Θέτιοϲ μήνιοϲ. (ἴδιον γάρ ἐϲτι τῶν εἰϲ ιϲ βαρυτόνων τὸ διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι οἷον ὄφιϲ ὄφιοϲ, μάντιϲ μάντιοϲ, πόλιϲ πόλιοϲ), τὰ μέντοι εἰϲ ιϲ ὀξύτονα οἷον κρηπίϲ κρηπῖδοϲ, ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ (τοῦτο γὰρ ἀλλότριόν ἐϲτι τῶν εἰϲ ιϲ ὀξυτόνων, λέγω δὲ τὸ ἔχειν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἐκφερομένην)· οὕτω καὶ τὸ κίϲ καὶ τὸ λίϲ ὀξυνόμενα καὶ εἰϲ ιϲ λήγοντα οὐκ ὤφειλεν ἔχειν τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἢ ἔχοντα τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ οὐκ ὤφειλεν ὀξύνεϲθαι κατὰ τὴν εὐθεῖαν, ἀλλὰ δηλονότι περιϲπᾶϲθαι.
10. Ιl. Pr. ε 266 υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Ιl. B 20) καὶ αἰτιατική «ἀλλ’ [*](l. 17 conf. Catholicam (p. 427, 27) de genetivo pluralis, ubi Herodianus canonem a quibusdam propositum improbaverat. Choeroboscus illum canonem defendit monens ipsum Herodianum pronunciavisse ἐν ἑτέροιϲ, quibus verbis hunc περὶ ὀνομάτων librum signiicari mxime probabile est, κίϲ et λίϲ aut in accentu aut in declinatu a legitima via aberrasse.)