Περὶ ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
5. Ep. Cr.I 134, 2: ὁ εἷϲ καὶ τὸ θηλυκὸν ἀπέλειψε· δύο γὰρ κανόνεϲ εἰϲὶν οἱ μαχόμενοι. ὁ μὲν εἰϲ λέγει, ὅτι οἱ ἀριθμοὶ κοινοὶ θέλουϲιν εἶναι οἷον οἱ δύο καὶ αἱ δύο, οἱ τρεῖϲ καὶ αἱ τρεῖϲ. [ἢ οὕτω τὰ ἀριθμητικὰ ὀνόματα κοινά ἐϲτι τῷ γένει καὶ ὁμοφωνεῖ τὰ θηλυκὰ τοῖϲ ἀρϲενικοῖϲ οἷον οἱ πέντε καὶ αἱ πέντε, οἱ ἑπτά καὶ αἱ ἑπτά.] ὁ δὲ ἕτεροϲ λέγει ὅτι πᾶϲα γενικὴ διὰ τοῦ ντ κλινομένη τὸ τέλοϲ τῆϲ γενικῆϲ τρέπουϲα εἰϲ α (ϲα?)καὶ τὴν παραλήγουϲαν θέϲει μακρὰν ποιοῦϲα τὸ θηλυκὸν ποιεῖ ἐπ’ ὀνομάτων οἷον χαρίειϲ χαρίεντοϲ χαρίεϲϲα, δαφνήειϲ δαφνήεντοϲ. δαφνήεϲϲα, εἰϲ ἕντοϲ ὤφειλεν εἶναι τὸ θηλυκὸν ἕϲϲα. τῶν οὖν δύο κανόνων μαχομένων, τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ ὁμοφωνεῖν τῷ ἀρϲενικῷ, τοῦ δὲ ἑτέρου κατὰ παραϲχηματιϲμὸν ἕϲϲα ἀπέλειψε καὶ ἐγέ νετο ὡϲ ἀπὸ τοῦ ἴοϲ ἀρϲενικοῦ, ὃ ϲημαίνει τὸν μόνον, τὸ θηλυκὸν ἴα καὶ πλεοναϲμῷ τοῦ μ μία. καὶ κλίνεται μιᾶϲ. καὶ λέγει ὁ κανῶν τὸν τόνον· τὸ γὰρ μιᾶϲ καὶ ἰᾶϲ Ἰωνικὴν ἔχει τάϲιν, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων· ἐπὶ τῶν εἰϲ α βραχυκαταλήκτων εἰώθαϲιν οἱ Ἴωνεϲ βαρύνειν τὰϲ λέξειϲ, ὡϲ καὶ ἡμεῖϲ οἷον ὄργυια, ἄγυια, Πλάταια, Θέϲπεια ὅταν δὲ γένηται ἡ τελευταία ϲυλλαβὴ μακρά, Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνοϲ οἷον ἀγυιά, ὀργυιά, Θεϲπειά. τοῦτο οὖν ἐϲτιν εἰρημένον τῷ τεχνικῷ· τὸ μιᾶϲ γὰρ καὶ ἰᾶϲ· ἐπειδὴ γὰρ τὸ ἴα καὶ μία ἐν τῇ γενικῇ καὶ δοτικῇ μακροκαταληκτεῖ, τούτου χάριν τῷ Ἰωνικῷ ἔθει καταβιβάζεται ὁ τόνοϲ. καὶ περιεϲπάϲθη οἷον ἰᾶϲ ἰᾷ μιᾶϲμιᾷ· ὅθεν καὶ ἡ αἰτιατική, ἐπειδὴ οὐκ ἐγένετο μακροκατάληκτοϲ, οὐ κατεβίβαϲε τὸν τόνον, ἀλλὰ παροξύνεται ὁμοίωϲ τῇ εὐθείᾳ οἷον ἴαν μίαν.
6. Eustath. 114, 1: ἐϲιγήθη ἡ προϲφυὴϲ εὐθεῖα τοῦ Διόϲ, πρόκειται δὲ τὸ Ζεύϲ ἑτερόκλιτον ἀντ’ αὐτῆϲ διὰ τὸ κοινότερον· ϲυνηθέϲτερον γὰρ ὁ Ζεύϲ ἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίϲ καὶ ὁ Δάν καὶ ὅϲα ἄλλα. κεῖται παρὰ τῷ παλαιῷ τεχνικῷ.
[*](l. 12 verba uncinis inclusa epitomatoris videntur. l. 34 ef. 1387, 26 τῶν εἰϲ ευϲ ὀνομάτων ὑπὲρ μίαν ϲυλλαβὴν ὄντων μονήρηϲ μένει ὁ Ζεύϲ ὡϲ μονοϲύλλαβοϲ καί πολλαῖϲ εὐθείαιϲ παρὰ τοῖϲ παλαιοῖϲ ποικίλλεται. Δίϲ γάρ, οὗ ἡ γενικὴ Διόϲ, καὶ Ζήν καὶ Ζάν καὶ Ζάϲ καὶ Ζὴϲ παρά Φερεκύδει καὶ Βοιωτικῶϲ Δεύϲ καὶ Δάν. Mon. 6, 15.)