Περὶ ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

1.

Choer. 7, 10: οἱ περὶ Ἀπολλώνιον καὶ Ἡρωδιανὸν καὶ Ῥωμανὸν τὰ εἴδη προτάϲϲουϲι τῶν γενῶν οἷον εἴδη γένη, ἐπειδὴ ὅπου εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γοῦν ἐν τοῖϲ ὀνόμαϲίν ἐϲτι γένη, ἀρϲενικὸν θηλυκὸν οὐδέτερον, ἀλλὰ καὶ εἴδη πρωτότυπον καὶ παραγωγὸν οἷον ἀνήρ ἀνδρεῖοϲ. ὅπου δὲ εἶδοϲ, οὐ πάντωϲ καὶ γένοϲ ἐϲτίν. ἰδοὺ γὰρ ἐν τοῖϲ ῥήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν ἄρδω ἀρδεύω καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὸ ῥῆμα ἀρϲενικὸν θηλυκὸν καὶ οὐδέτερον. πάλιν ἐν τοῖϲ ἐπιρρήμαϲίν ἐϲτιν εἴδη, πρωτότυπον καὶ παραγωγὸν οἷον ἐγγύϲ ἐγγύθεν καὶ οὐκ ἔϲτι γένη. οὐδὲ γὰρ ἔχει τὰ ἐπιρρήματα ἀρϲενικὸν θηλυκὸν οὐδέτερον. Ἐπειδὴ οὖν ὅπου μὲν εἶδοϲ οὐ πάντωϲ καὶ γένοϲ ἐϲτὶ παρὰ γραμματικοῖϲ, ὅπου δὲ γένοϲ ἐκεῖ πάντωϲ καὶ εἶδοϲ, τούτου χάριν προτερεύει τὰ εἴδη τῶν γενῶν.

2. An. Ox. lV 328, 25: Φαϲὶν ὅτι προτάττεται τὸ ὄνομα, ἐπειδὴ καὶ πᾶϲαι αἱ λέξειϲ ἐπικοίνωϲ τῇ προϲηγορίᾳ ὄνομα καλοῦνται, καθό φαμεν καλοῖϲ ὀνόμαϲι χρῆϲθαι Πλάτωνα· εἰ γὰρ ὄνομά ἐϲτι τὸ ὀνοματικὸν καὶ ϲημαντικόν, ἕκαϲτον δὲ τῶν μερῶν τοῦ λόγου ϲημαντικόν ἐϲτι καὶ ϲυϲτατικόν, δῆλον ὅτι ἕκαϲτον ὄνομα ἂν κληθείη. οὕτωϲ οὖν καὶ Διόδωροϲ ὁ ἐπικληθεὶϲ Κρόνοϲ λέγεται τὸν οἰκέτην αὐτοῦ καλεῖν Ἀλλαμήν.