Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἐϲθήϲ τὸ ἱμάτιον καὶ ἔϲθημα τὸ αὐτὸ διὰ τοῦ ε. παρὰ γὰρ τὸ ἕω τὸ ϲημαῖνον τὸ ἐνδύομαι. — αἴϲθηϲιϲ καὶ αἰϲθητήριον αἰϲθητόϲ καὶ αἰϲθάνομαι καὶ ὅϲα ὅμοια διὰ τῆϲ αι διφθόγγου.