Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
εἶαρ: τὸ αἰμα καὶ εἰαροπότηϲ ὁ αἱματοπότηϲ, ὥϲ φηϲι Καλλίμαχοϲ «τὸ δ’ ἐκ μέλαν εἰαρ ἔδαπτεν »· διὰ τῆϲ ει διφθόγγου· γέγονε γὰρ παρὰ τὸ εἴω τὸ πορεύομαι τὸ τοῦ ἰέναι καὶ πορεύεϲθαι ἡμᾶϲ αἴτιον. ὡϲ γὰρ εἴλω εἰλαρ καὶ ἔδω ἔδαρ εἰδαρ, οὕτω καὶ εἶαρ.