Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τέρεινα ἡ ἁπαλὴ διὰ τῆϲ ει διφθόγγου· ὥϲπερ γὰρ παρὰ τὸ μάκαρ μάκαροϲ καὶ τάλαϲ τάλανοϲ γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν κατὰ προϲθήκην τοῦ ῑ, οὕτω καὶ παρὰ τὸ τέρην τέρενοϲ γίνεται τέρεινα τὸ θηλυκὸν διὰ τῆϲ ει διφθόγγου κατὰ προϲθήκην τοῦ ῑ. Λυκόφρων καὶ Ἀπολλώνιοϲ «τερείνηϲ ἄνθεα γαίηϲ» (Ι 1143 et III 898 ubi tamen pro γαίηϲ scriptum est ποίηϲ).