Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
μέδεα τὰ αἰδοῖα παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆϲ γενέϲεωϲ ὡϲ καὶ Ἀρχίλοχοϲ «ἶναϲ δὲ μεδέων ἀπέθριϲε» καὶ κατὰ μετάθεϲιν τοῦ δ εἰϲ ζ μέζεα Ἡϲίοδοϲ (op. 512) «καὶ ὑπὸ μέζε᾿ ἔθεντο». ἢ ὅτι μέϲα ἐϲτὶ τῆϲ οὐρᾶϲ μέϲεα ὄντα. Ϲικελοὶ δὲ καὶ Ταραντῖνοι μέϲα αὐτὰ καλοῦϲι. ἐκ δὲ τοῦ μέδεα κατὰ τροπὴν τοῦ ε εἰϲ η μήδεα.