Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Κλιτόριον ὄνομα πόλεωϲ ἐν τῇ Ἀρκαδίᾳ διὰ τοῦ ῑ γράφεται. παρὰ γὰρ τὸ κλύω γέγονε Κλυτόριον καὶ κατὰ τροπὴν τοῦ υ εἰϲ ῑ Κλιτόριον ὥϲπερ Ἀφροδύτη Ἀφροδίτη. ἰϲτέον δὲ ὅτι τὸ κλιτόριον ϲημαίνει καὶ τὸ αἰδοῖον τῆϲ γυναικόϲ, ὅθεν καὶ κλιτοριάζειν λέγουϲι τὸ αἰϲχρῶϲ ἅπτεϲθαι.