Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἀκαλαρείτηϲ τὸ ρει δίφθογγοϲ. δεῖ γὰρ γινώϲκειν, ὅτι πάντα τὰ παρὰ τὸ ῥέειν διὰ τῆϲ ει διφθόγγου γράφεται οἰον εὐρείτηϲ, βαθυῥείτηϲ. οὕτωϲ οὖν ἀκαλαρείτηϲ. ϲημαίνει τὸ ἡϲύχωϲ ῥέον.