Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἀγείρω. διὰ τῆϲ ει διφθόγγου. οἱ γὰρ Αἰολεῖϲ ἀγέρρω λέγουϲι καὶ παρὰ τὸ ἀγερῶ ἀγείρω καὶ διὰ τὸ ἔχειν ἀντιπαρακείμενον τὸ ο οἰον ἀγορά ὡϲ ἀλείφω ἀλοιφή.