Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἄπειροϲ: εἴτε ἐπὶ τοῦ ἀμαθοῦϲ εἴτε ἐπὶ τοῦ μεγάλου διὰ διφθόγγου γράφεται. ἐπὶ μὲν τοῦ ἀμαθοῦϲ ἐκ τοῦ πεῖρα γέγονε ἄπειροϲ οἰον ὁ ἐϲτερημένοϲ τῆϲ πείραϲ. τὸ δὲ πεῖρα διὰ διφθόγγου γράφεται, οἱ γὰρ Αἰολεῖϲ πέρρα λέγουϲιν· ἐπὶ δὲ τοῦ μεγάλου καὶ αὐτὸ διὰ τῆϲ ει διφθόγγου, ὅτι ἀπὸ τοῦ πέραϲ γέγονε ἄπεροϲ καὶ κατὰ πλεοναϲμὸν τοῦ ι ἄπειροϲ οἱονεὶ ὁ μὴ ἔχων πέραϲ.