Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τὰ εἰϲ αι λήγοντα ἐπιρρήματα μονοϲύλλαβα τρία ἐϲτὶν αἵ, τὸ δαϲυνόμενον ὡϲ ὅταν λέγωμεν αἳ τάλαϲ, καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀντὶ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰϲ α ὡϲ κύπειρον καὶ τὸ ναί ϲυγκαταθέϲεωϲ.

Τὰ ϲχετλιαϲτικὰ εἰϲ αι λήγοντα ἐπιρρήματα χαίρει τῇ αι διφθόγγῳ βαβαί, ἀτταταῖ, παπαῖ, μεθ᾿  ὧν πάλαι καὶ χαμαί.

Τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην οἷον θλίβω, λίβανον, λιβάϲ, κιβωτόϲ. εἰ δέ που εὑρέθη τὸ β ἔχον τὴν ει δίφθογγον προηγουμένην, γνῶθι ὅτι ἐν ῥήματί ἐϲτιν ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆϲ οι διφθόγγου οἷον ἀμείβω ἀμοιβή, λείβω λοιβή, ϲτείβω ϲτοιβή.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται, εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων ἢ κατὰ πάθοϲ οἷον Βιϲάλται, ἔϲτι δὲ ἔθνοϲ Θρᾴκηϲ, βίοϲ ἡ ζωή, βιόϲ τὸ τόξον, βιόδωροϲ, Βιθυνία, βιϲτάκια, ϲημαίνει τὰ πιϲτάκια, ψιττάκια. πρόϲκειται «εἰ μή ἐϲτι κατὰ γλῶϲϲαν Λακώνων» διὰ τὸ βείδιοι· τοῦτο διὰ τῆϲ ει διφθόγγου γράφεται· βείδιοι λέγονται οἱ ἄρχοντεϲ παρὰ τοῖϲ Λακεδαιμονίοιϲ. βειέλοπεϲ οἱ λεγόμενοι ἱμάντεϲ — ὁ δὲ Δίδυμοϲ διὰ τοῦ ι γράφει — πρόϲκειται «εἰ μή ἐϲτι κατὰ πάθοϲ», ἐπειδή ἐϲτιν ἐὰν βῶ κατὰ προϲθήκην τοῦ ι ἐὰν βείω κατὰ πάθοϲ.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βλι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται χωρὶϲ εἰ μὴ ἀπὸ κλίϲεωϲ ῥήματοϲ ϲχῇ αὐτήν. πρόϲκειται «ἀπὸ κλίϲεωϲ ῥήματοϲ» διὰ τὸ βλῆμι καὶ βλεῖο.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ βρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον Βριϲηΐϲ, βρί τὸ μέγα, βριθοϲύνη τὸ βάροϲ, βριαρόϲ ὁ ἰϲχυρόϲ, βριάειν αὔξειν καὶ οὐκ ἔχει δίφθογγον.

[*](l. 9 Theogn. 155, 30. l. 13 Theogn. 158. 25. περὶ ποϲ. 314, 26. 1. 16 Choer. 218, 28. l. 21 περὶ ποϲ. 289, 31, Choer. 183, 24 cf. E. M. 198, 9 de βίοϲ et compositis: τὰ παρὰ βίοϲ ϲυγκείμενα εἴτε κατ᾿  ἀρχὰϲ λέγεται εἴτε κατὰ τὸ μέϲον διὰ τοῦ ι γράφεται οἷον βιωφελήϲ, βιοτελήϲ, βιοπλανήϲ (ὄλβιοϲ, quod Herod. non a βίοϲ, sed ab ὅλοϲ derivavit), ἀμφίβιοϲ. l. 30 E. M. 201, 35. l. 33 περὶ ποϲ. 289, 27, Choer. 183, 24.)
429

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γλι ϲυλλαβῆϲ ἀρχομένη ἀποϲτρέφεται τὴν ει δίφθογγον Γλιϲᾶϲ, γλίον τὸ ἰϲχυρόν, γλία ἡ κόλλα, γλιῶϲαι τὸ παίζειν.

Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ γρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον γρίντηϲ ὁ βυρϲεύϲ, γριπεύϲ ὁ ῥάπτων τὰ ἁλιευτικὰ δίκτυα, γριφᾶϲθαι· οὕτω λέγουϲι τὸ γράφειν Λάκωνεϲ, γρῖφοϲ, ϲημαίνει δὲ τὸ δύϲλυτον αἴνιγμα, γρῖνοϲ τὸ δέρμα, γρίϲων ὁ χοῖροϲ, γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ.

Πᾶν ὄνομα καὶ πᾶν μέροϲ λόγου, ᾧ ἔγκειται τὸ κρι μόριον, διὰ τοῦ ι γράφεται οἷον κριόϲ, κριτήϲ, κρίϲιϲ, κριθή, κριθάριον, κριθιῶ, κρίθινοϲ. ϲεϲημείωται τὸ κρείϲϲων, καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι λέγεται

  • κρέϲϲων γὰρ οἰκτιρμοῦ φθόνοϲ·
  • ἦν θεὸϲ ἢ κρέϲϲον· τί ὀνηϲόμεθα
  • τὸ κρειοφάγοϲ οὐκ ἐναντιοῦται, κρεοφάγοϲ γάρ, καὶ κρείων, κρέων γάρ.

    Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ τρι ϲυλλαβῆϲ ἀρχομένη διὰ τοῦ ι γράφεται οἷον τριϲμάκαρεϲ, τριϲάθλιοϲ, τριϲάκιϲ, τριϲϲῶϲ, τριϲμύρια, τριϲόλβιοϲ. ϲεϲημείωται τὸ τρεῖϲ πληθυντικὸϲ ἀριθμὸϲ καὶ τὸ τρεῖϲ τὸ ῥῆμα τὸ ϲημαῖνον τὸ τρέμειϲ· ἐκ τοῦ τρῶ τρεῖϲ.

    Οὐδέποτε μετὰ τοῦ φ εὑρίϲκεται δίφθογγοϲ καταλήγουϲα εἰϲ ρ ϲυμφώνου ἐπιφερομένου οἷον φάρμακον «φροντίδοϲ εὐρείηϲ — ϲτῆθοϲ καὶ χείλεα φύρϲω» (ϲ 21), «κείμενον ἐν φέρτρῳ» (Ϲ 236) πλὴν τοῦ φθειρϲί παρὰ Ἀρχιλόχῳ «φθειρϲὶ μοχθίζοντα» ἀπὸ τοῦ φθείρ φθειρόϲ.