Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

9. E. Or. 167, 15: ψυχρόϲ: παρὰ τὸ ψῦχοϲ ψυχρόϲ. οὕτωϲ ἐν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ.

Περὶ φωνηέντων.

10. Theogn. 12, 26 et 85, 7: Πᾶϲα λέξιϲ ἀπὸ τῆϲ χε ϲυλλαβῆϲ ἀρχομένη φεύγει τὴν διὰ τῆϲ αι διφθόγγου γραφήν· ϲεϲημειωμένου τοῦ χαίτη, ὃ δηλοῖ τὴν τρίχα· γέγονε δὲ ἀπὸ τοῦ κρατῶ κράτη· ἐκβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ κ εἰϲ χ καὶ πλεοναϲμῷ τοῦ ι χαίτη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ. ἔτι δὲ καὶ τὸ χαίρω καὶ χαίνω καὶ τὸ χαιόϲ, ὃ δηλοῖ τὴν ῥάβδον, καὶ τῶν παῤ αὐτῶν ϲυγκειμένων τοῦ χαιρέκακοϲ καὶ τῶν ὁμοίων.