Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

In E. M. 599, 3 postquam inepta explicatio (a νέεϲθαι) allata. est, quae ipsis verbis sumpta est ex Choerob. Orthogr. 241 haec altera sequitur nunc non satis ab illa distincta:

νέαιρα καὶ πλεοναϲμῷ τοῦ ι νείαιρα ὡϲ τὸ «νειαίρῃ δ᾿  ἐν γαϲτρὶ διὰ ζωϲτῆροϲ ἔλαϲϲεν» (Ε 539) ὡϲ νέατοϲ νείατοϲ «νείατον ἐϲ κενεῶνα (Ε 857) καὶ «ἔκειτο δὲ νείατοϲ ἄλλων» (Ζ 295). παρὰ τὸ νέοϲ γίνεται νέατοϲ ὥϲπερ παρὰ τὸ μέϲον γίνεται μέϲατον καὶ πλεοναϲμῷ τοῦ ι νείατον ὡϲ ἔϲχατον· ὅθεν καὶ λαγών τὸ αὐτὸ εἴρηται παρὰ τὸ λήγειν.

46. Eustath. 183, 6: τὸ Ἀργειφόντηϲ ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. ἰϲτέον δὲ ὅτι τὸ Ἀργεφόντηϲ καθὰ καὶ τὸ ἀνδρεφόντηϲ, ἐξ ὧν Ἀργειφόντηϲ καὶ ἀνδρειφόντηϲ Δωρικά εἰϲιν, ὡϲ Ἡρωδιανὸϲ δηλοῖ ἐν οἷϲ λέγει τοιαῦτα· αἱ εἰϲ οϲ ὀξύτονοι γενικαὶ ϲυντιθέμεναι ϲυμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ο λέγονται οἷον Ζηνόϲ Ζηνόθεοϲ, θριπόϲ θριπόβρωτοϲ, ἁλόϲ ἁλοθήκη, ἢ διὰ τοῦ ι οἷον Αἰγίπαν, πυρίχαλκοϲ, νυκτίκοραξ. οὕτωϲ οὖν φηϲι καὶ ἁλοτρίβανοϲ ὡϲ ἁλοπώληϲ καὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ε ἁλετρίβανοϲ μήποτε Δώριόν ἐϲτιν. οἱ γὰρ τὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντεϲ καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.