Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

30. E. M. 370, 38: γίνεται ἐρέθω ἐρεθεύω καὶ πλεοναϲμῷ τοῦ ι ἐρειθεύω. οὕτω Φιλόξενοϲ· ὁ δὲ Ἡρωδιανὸϲ ἔριθοϲ ἐριθεύω φηϲίν.

31. E. Gud. 205, 32 collato E. M. 372, 28: ἐρείπω καὶ ἐρείπια: καὶ λέγει ὁ Δίδυμοϲ, ὅτι διὰ τοῦ ι ὤφειλε γράφεϲθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐϲτίν, ὅπερ ϲημαίνει τὴν μεγάλωϲ περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ερι ἐπίταϲιν. ὁ δὲ Φιλόξενοϲ λέγει, ὥϲ φηϲιν ὁ τεχνικόϲ, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡϲ καὶ ὁ Δίδυμόϲ φηϲιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωϲεν οὐ διὰ τοῦ ι γράφεϲθαι, ἀλλὰ διὰ τῆϲ ει διφθόγγου τῆϲ παραδόϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ἔϲτι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεοναϲμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω.

32. E. M. 122, 53, Favorin. 120, 21: ὁ Ἡρωδιανὸϲ λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνου μεταγόμενα εἰϲ περιϲπώμενον ϲυϲτέλλει τὴν παραλήγουϲαν οἷόν ἐϲτι τὸ φείδω φιδῶ· οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀπιθῶ ῥῆμα, ὅπερ ἀεὶ παῤ Ὁμήρῳ γράφεται διὰ τοῦ ι ὡϲ ἀπὸ τοῦ πιθῶ δευτέρου μέλλοντοϲ γενόμενον, παῤ ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκ τοῦ ἀπειθήϲ ὀνόματοϲ καθὰ καὶ τὸ ἀφειδῶ ῥῆμα ἐκ τοῦ ἀφειδήϲ.