Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Πᾶν ϲύμφωνον μεταξὺ δύο φωνηέντων ἐν ἑνὶ μέρει λόγου ἤγουν ἐν μιᾷ λέξει τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται οἷον ἄγω, φέρω, δέρω, χαίρω, Πλάτωνοϲ, Θέωνοϲ, πρόϲοδοϲ, ἔξοδοϲ, εἴϲοδοϲ, δυϲώδηϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ϲύμφωνον μεταξὺ δύο φωνηέντων ὑπάρχον τῷ ἐπιφερομένῳ φωνήεντι ϲυνάπτεται καὶ οὐ τῷ προηγουμένῳ. ἐπὶ μὲν γὰρ τοῦ ἄγω τὸ γ μετὰ τοῦ ω ἐϲτὶ καὶ οὐ μετὰ τοῦ α. ἐπὶ δὲ τοῦ φέρω τὸ ρ μετὰ τοῦ ω ἐϲτι καὶ οὐ μετὰ τοῦ ε. καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. πρόϲκειται ἐν τῷ κανόνι «ἐν ἑνὶ μέρει λόγου» ἤγουν ἐν μιᾷ λέξει, ἐπειδὴ ἐὰν εὑρεθῶϲι δύο μέρη λόγου ἤγουν δύο λέξειϲ, οὐ ϲυνάπτεται [*](ad fr. *2. Canonem grammaticum, qui hic proponitur, collato fr. 1 ab Herodiano profectum esse iudico. cf. Eustath. 984, 17. De Ζῆν vel Ζῆ — N ut Aristarchus scripsit cf. Lob. El. II 273, Spitzner ad Iliad. Ξ 265.)