Περὶ ὀρθογραφίας
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
E. M. 28, 39: αἴγειροϲ, διὰ τῆϲ ε διφθόγγου· εὕρηται καὶ χωρὶϲ τοῦ ι ὡϲ τὸ «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι». καὶ ὅτι τὰ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ παραλήγεται οἷον μάϲϲω μάγειροϲ, πέπτω πέπειροϲ, ὀνῶ ὄνειροϲ. οὕτωϲ οὖν καὶ ἀΐϲϲω αἴγειροϲ ἢ παρὰ τὸ [*](l. verba ἢ μετὰ του ο — ϲτεῖρα addidi ex Choer Orth. 196, 20. l. 20 τὸ μὲν εἰρά (accentum ex Arcadio 97, 1 in εἶρα mutavi) — l, 23 διὰ τοῦ ι composui ex E. M. 303, 38 coll. Eust. 1060, 36.) [*](ad fr. 15. l. 29 pro ϲυνέδραϲε cum cod. Paris. 2720 in An. Paris. IV 52 scripsi ϲυνέδραμε; pro τὸ μάγειροϲ τῷ μ.)
αἴγειροϲ: διὰ διφθόγγου τὰ δύο· εὕρηται γὰρ καὶ χωρὶϲ τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυϲαν εὐγενέϲτεραι» καὶ κατὰ πλεοναϲμὸν τοῦ ι αἴγειροϲ· τὰ γὰρ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουϲι παραλήγεϲθαι· οἷον ἀΐϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ· τὸ δὲ αι τῆϲ πρώτηϲ ϲυλλαβῆϲ γέγονεν ἀπὸ τοῦ ἀΐϲϲω αἴγειροϲ κατὰ κρᾶϲιν.
17. E. Orion. 100, 4: μάγειροϲ παρὰ τὸ μάϲϲω ἤγουν ὁ τὰϲ μάζαϲ μερίζων. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.