Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

His locis comparatis sic fere Herodianum in Orhographia. praecepisse exisimaverim:

Πρώειρα οἱ μὲν διὰ τοῦ ι λέγουϲι, ἐμοὶ δὲ δοκεῖ, καίπερ ἐτυμολογεῖται παρὰ τὸ προϊέναι τὸ προπορεύεϲθαι πρόϊρά τιϲ οὖϲα καὶ πρῷρα προϲγεγραμμένον ἔχουϲα τὸ ι, διὰ τῆϲ ει διφθόγγου γράφειν πρὸϲ τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. Πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξυνόμενα διὰ τῆϲ ι διφθόγγου γράφονται, ἔθειρα, δότειρα, ϲώτειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, Δηιάνειρα. οὕτωϲ οὖν καὶ τοῦτο. καὶ καθόλου τὰ εἰϲ ραα θηλυκὰ οὐδέποτε ἔχει ἐν τῇ παραληγούϲῃ τὸ ι μόνον, ἀλλ᾿  ἢ μετὰ τοῦ ω οἷον πρῷρα ἢ μετὰ τοῦ α οἷον ϲφαῖρα ἢ μετὰ τοῦ ο οἷον μοῖρα ἢ μετὰ τοῦ ε οἷον ϲτεῖρα. ϲεϲημείωται τὸ εἰρά καὶ Κάειρα ἀμφιβαλλόμενα. τὸ μὲν εἰρά διφορεῖται κατὰ τὴν ἐτυμολογίαν· εἰ μὲν παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου· εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τὸ ι. τὸ δὲ Κάειρα πρὸϲ μὲν τὸν παραϲχηματιϲμὸν διὰ τοῦ ι· ὥϲπερ γὰρ ἀπὸ τοῦ μάκαρ μάκαροϲ γίνεται μάκαιρα οὕτω καὶ ἀπὸ τοῦ Κάρ Καρόϲ γίνεται Καῖρα καὶ κατὰ διάλυϲιν Κάϊρα· τῷ δὲ λόγῳ τῶν εἰϲ ρα θηλυκῶν Κάειρα διὰ τῆϲ ει διφθόγγου.

15. E. Gud. 289, 31: Κάβιροι: ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡϲαύτωϲ ὁ Φιλόξενοϲ· καὶ Ἡρωδιανὸϲ λέγει τὴν παράδοϲιν δίφθογγον ἔχειν καὶ. ἴϲωϲ ϲυνέδραμε τῷ μάγειροϲ αἴγειροϲ πέπειροϲ ὄνειροϲ.