Περὶ συντάξεως τῶν στοιχείων
Aelius Herodianus
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
9a. An. Ox. IV 332, 10: ὅϲα ϲόμφωνα μὴ δύναται ἐν ἀρχῇ λέξεων ἐκφωνεῖϲθαι, ταῦτα καὶ ἐν μέϲῃ λέξει εὑρεθέντα χωριϲθήϲεται ἀλλήλων· οἷον ἄνθοϲ, ἔργον· οὐ δύναται δὲ εὑρεθῆναι ἀπὸ τοῦ νθ ἀρχομένη οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ, φν, γδ, χμ, κμ, ϲγ, ϲδ· ταῦτα γὰρ οὐδέποτε ἐν ϲυμπλοκῇ ἐν ἀρχῇ εὑριϲκόμενα, ἐν μέϲῳ ἀλλήλων οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειόϲ, ὄγδοοϲ, αἰχμή, ἀκμή, φάϲγανον, θεόϲδοτοϲ· εἰ γὰρ παρὰ τοῖϲ κοινοῖϲ οὐχ εὕρηται λέξιϲ ἀπὸ τοῦ ϲδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖϲ Αἰολεῦϲίν ἐϲτιν οἷον ϲδυγόϲ ἀντὶ τοῦ ζυγόϲ.
9b. E. M. 521, 29: κμέλεθρα: δεῖ γινώϲκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίϲκεται ἐν ἀρχῇ λέξεωϲ· τοῦ γὰρ πολύκμητοϲ οὐχ εὕρηται ἐν χρήϲει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητόϲ· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκοπίακα, οὐκ ἔϲτι ἀπὸ τοῦ κμῶ, ἀλλ᾿ ἀπὸ τοῦ κεκάμηκα. λέγει δὲ ὁ Ἡρωδιανὸϲ τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖϲ Γλώϲϲαιϲ τὸ κμέλεθρα (ϲημαίνει δὲ τὰϲ δοκούϲ).