Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

78. Ep. Hom. 421, 11: ὑπείρεχεν (Γ 21). ἔϲτι τὸ ῥῆμα ἔχω καὶ ὁ παρατατικὸϲ ἔχον ποιητικὸϲ καὶ μετὰ τῆϲ ὑπέρ προθέϲεωϲ ὑπέρεχον καὶ πλεοναϲμῷ τοῦ ι ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεοναϲμόϲ, ἵν’ ᾖ ὑπερίεχον, ἐπειδὴ αἱ προθέϲειϲ ἐν τῷ τέλει πλεονάζουϲι τὸ ι ὡϲ ἐν τῷ ἐν ἐνί, πρόϲ προϲί οὕτωϲ καὶ ὑπερίεχον ὤφειλεν εἶναι, ἀλλ’ ἐπειδὴ παρέπεται ταῖϲ προθέϲεϲι τὸ μέχρι τῆϲ διϲυλλαβίαϲ αὔξεϲθαι, τούτου χάριν οὐ πλεονάζει τὸ ι, ἵνα μὴ εὑρεθῇ τριϲύλλαβοϲ ἡ πρόθεϲιϲ.

79. Ep. Hom. 66, 10: ἀμφὶ ἕ γινώϲκων (0 241): ἀντωνυμία νῦν ἀρϲενικὴ ὀρθοτονουμένη μεταλαμβανομένη εἰϲ ϲύνθετον· Ἀπολλόδωροϲ δὲ ψιλοῖ τὸ ε. ἀλλ’ οὐδέποτε πλεονάζει πρόθεϲιϲ τὸ εἰ γὰρ γένηται πλεοναϲμόϲ, τριϲύλλαβοϲ ἀποτελεῖται πρόθεϲιϲ, ὅπερ ἐϲτὶν ἀνέφικτον, ὡϲ δῆλον ἐκ τούτου· ἡ ὑπέρ, ἂν προϲλάβοι ἔξωθεν τὸ ι, τριϲύλλαβοϲ εἴη· διὰ τοῦτο ἔνδοθεν αὐτὸ πλεονάζει «ὑπεὶρ ἅλα» ( Ψ 227 ), ἵνα δὴ οὕτω μείνῃ διϲύλλαβοϲ.

80. E. M. 758, 9: τί ἤ καὶ ὅτι ἤ οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλὰ δύο μέρη λόγου εἰϲί, τὸ τί πυϲματικόν, ὁ ἤ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ. κατὰ παρολκὴν ϲυνειλημμένοϲ ἴϲοϲ τῷ δή. «τί ἢ δὲ ϲὺ κήδεαι οὕτωϲ» (Ζ 55).

81. E. M. 341, 44: Ἰϲτέον ὥϲ φηϲιν ὁ τεχνικόϲ, ἔθοϲ ἔχουϲιν αἱ λέξειϲ αἱ εἰϲ ϲύμφωνον λήγουϲαι δέχεϲθαι ἐπέκταϲιν τὴν διὰ τοῦ ι οἰον νῦν νυνί, οὖτοϲ οὑτοϲί, ἐκεῖνοϲ ἐκεινοϲί. αἱ δὲ εἰϲ φωνῆεν λήγουϲαι τρέπουϲιν εἰϲ ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προϲλαμβάνουϲι κατὰ διάϲταϲιν οἷον αὕτη αὐτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ.

82. Ε. M. 643, 22: οὗτοϲ ἀντωνυμία μονοπρόϲωποϲ· τὸ δὲ δεικτικὸν οὑτοϲί. τὸ γὰρ οὺτοϲί καὶ ἐκεινοϲί καὶ ὁδί γίνεται κατ’ ἐπέκταϲιν τοῦ

79a. Ιo. Al.41, 1: ὁ ὀξυνόμενοϲ, εἰ καὶ πλεονάζει τὸ ἑ, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν; l. 23: ὁ ἦ περιϲπώμενοϲ, ἐὰν προϲλάβῃ τὸ ε, φυλάττει τὴν περιϲπωμένην.

[*](ad fr. *78. Ιο.Alex. 27, 29 τριχρονοῦϲαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναϲτρέφονται οὐδὲ αἰ τῷ ῑ πλεονάζουϲαι καταί παραί ὑπείρ. Schol. ad Dionys. 9, 28, 12 et 30.)[*](ad fr. *79. Schol. V ad Π. l Χρύϲιπποϲ δὲ ψιλοῖ τὸ ε ὡϲ περιϲϲεῦον καί φηϲιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων.)[*](ad fr. *80. cf. Io. Alex. 42, 21, L ehrs quaest. ep. 62 seqq.)[*](ad fr. 81. Teehnicum hoc loco Herodianum esse inde patet, quod quae extremo articulo de ποτ traduntur, in An. Ox. III 267, 32 diserte technieo Herodano assignantur et quod praeceentia de ἐνθάδε congruunt cum lo. Alex. 34, 9.)[*](ad fr. *82. Extrema verba οὐκ ἄρα πλεοναϲμόϲ κτλ. ex superioribus p. 642, 45 ubi prorsus absona sunt, huc retraxi. De re ct. Lehrs ad Herod. p. 24 not.)
197

πρὸϲ ἔμφαϲιν πλείονοϲ δείξεωϲ. ἡ δὲ αὐτόϲ ϲτερηθεῖϲα τῆϲ δείξεωϲ ἐϲτέρηται καὶ τῆϲ διὰ τοῦ ῑ ἐπεκτάϲεωϲ. οὗτοϲ καὶ ἡ κλητικὴ ὦ οὖτοϲ Ἀττικῶϲ. ὁμοίωϲ καὶ τὸ ἐκεῖνοϲ. ἡ δὲ αὐτόϲ κλητικὴν οὐκ ἔχει. ἡ γὰρ οὗτοϲ καὶ ἐκεῖνοϲ ἀντωνυμίαι δεικτικαί εἰϲιν, ἡ δὲ αὐτόϲ ἀναφορὰν δηλοῖ. ἐναντία δὲ ἡ δεῖξιϲ τῇ ἀναφορᾷ. τὸ οὑτοϲί παραγωγὴ ἀντῶνυμίαϲ καὶ οὐ πλεοναϲμόϲ. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτείνονται καὶ οὐ πλεονάζουϲιν. οὐκ ἄρα πλεοναϲμόϲ, ἀλλὰ παραγωγή.

83. Ep. Hom. 169, 30: ἐνί: λέγεται ἡ πρόθεϲιϲ διχῶϲ καὶ ἐν καὶ ἐνί. καὶ ζητοῦϲι, ποία ἐϲτὶν ἐντελὴϲ καὶ ποία κατὰ πάθοϲ· καὶ λέγουϲί τινεϲ, ὅτι ἐνί ἐϲτι, γενομένη δὲ ἐν κατὰ πάθοϲ ἐϲτίν. οὐδέποτέ φαϲιν πρόθεϲιϲ πλεονάϲαϲα τὸ ῑ ἀναϲτρέφεται, διὸ καὶ ἡ κατά καὶ ἡ παρά γινόθεϲιϲ μεναι καταί καὶ παραί οὐκ ἀναϲτρέφεται, ἡ δὲ ἐνί ἀναϲτρέφεται «ᾦ ἔνι κούρη » ( Οd. ζ 15). ἐντελὴϲ ἄρα ἦν, οὐ κατὰ πλεοναϲμόν. καί φαϲιν ὅτι αἱ πλεονάϲαϲαι τὸ ῑ προθΘέϲειϲ οὐ γίνονται ῥήματοϲ ϲημαντικαί, ἡ δὲ ἐνί ϲημαίνει ῥῆμα ἑνικῶϲ «ἔνθ’ ἔνι μὲν φιλότηϲ » (Ξ 16) καὶ ὡϲαύτωϲ πληθυντικῶϲ «ἔνι τοι φρένεϲ οὐδ’ ἠβαιαί» (Ξ 141). οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. καί φαϲιν, ὅτι οὐδέποτε πρόθεϲιϲ δύο λαμβάνει πλεοναϲμούϲ, εἴρηται δὲ καὶ εἰνί « αὐτοῦ δ’ εἰνὶ θύρῃϲιν » ( Οd. ι 417 ) οὐκ ἔϲτι κατὰ πλεοναϲμόν. ἐδιϲυλλάβηϲεν, ἀλλὰ φυϲικῶϲ οὕτωϲ εἶχεν. ἔϲτι δὲ ἀναϲκευάϲαι τὰ εἰρημένα. ἔϲτιν οὖν πρῶτον· αἱ πλεονάϲαϲαι τρίχρονοι προθέϲειϲ οὐ ποιοῦϲιν ἀναϲτροφήν. ἡ παρά οὖν καὶ ἡ κατά γινόμεναι παραί καταί τριχρονοῦϲι καὶ διὰ τοῦτο οὐκ ἀναϲτρέφονται· ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, διχρονεῖ καὶ κατὰ τοῦτο ἀναϲτρέφεται. ἡ παρά γινομένη παραί οὐκ ἔτι ῥῆμα ϲημαίνει, οὐδέποτε γὰρ αἱ πλεονάζουϲαι ῥῆμα ἐϲήμαινον, ἡ δὲ ἐν ἐὰν γένηται ἐνί, ῥῆμα ϲημαίνει· καὶ τοῦτο δὲ εὐαπόλυτον· ἐπειδὴ γὰρ παρηκολούθει ταῖϲ ἀναϲτρεφομέναιϲ τὸ καὶ ῥῆμα ϲημαίνειν, ἀναϲτρέφεται δ’ αὕτη, κατὰ τοῦτο καὶ ῥῆμα ἐϲήμαινε. πῶϲ δὲ οἱ δύο πλεοναϲμοί, λέγομεν ὅτι ὁ μὲν εἰϲ πλεοναϲμὸϲ τῆϲ προθέϲεωϲ ἐϲτίν, ὁ δὲ δεύτεροϲ ποιητικὸϲ ὡϲ κενή κεινή. ἔϲτι δὲ κανὼν ὁ λέγων, ὅτι αἱ προθέϲειϲ θέλουϲι πλεονάζειν μᾶλλον τὸ ῑ, οὐ μὴν ἐλλείπειν. ἡ ἐνί τοίνυν τὸ ῑ ἐπλεόναϲεν, οὐχ ἡ ἐν ἀπέβαλεν. παρὰ τὴν ἐν πρόθεϲιν γίνεται τὸ ἐντόϲ καὶ ὡϲ παρὰ τὴν ὑπέρ [*](ad fr. 83. l. 12 inserui ἡ δὲ ἐνί ἀναϲτρέφεται l.15 pro ῥῆϲιν scripsi ῥῆμα ἑνικῶϲ. l. 16 pro αὐὡϲ παθητικοῦ —ὡϲαύτωϲ πληθυντικῶϲ. l. 23 inserui διχρονεῖ usque ad παραί, l. 25 ἡ δὲ ἐν — ϲημαίνει. De ἐνό cf. Ep. Homer. 176, 12 ίϲτέον δὲ ὅτι ἡ τοιαύτη πρόθεϲιϲ παρὰ τὴν Αἰολίδα καὶ Δωρίδα διάλεκτον ἐνό γίνεται, ὁπόταν κοὶ ἀντὶ ῥήματοϲ. n brevius hoc et sequens fragmentum contracta sunt in E. M. 341, 55: ἰϲτέον ὅτι ἐκ τῶν μονοϲυλλάβων προθέϲεων δύο ἐπεκτείνονται ἡ ἐν καὶ ἢ πρόϲ· ἡ ἐν προϲλαβοῦϲα τὸ ῑ γίνεται ἐνί ὡϲ τὸ «οὐκ ἔνι ἐκεῖ δοῦλοϲ οὐδὲ ἐλεύθεροϲ» η πρόϲ κτλ. —διαφέρει δὲ ὅτι η ἐν γίνεται ἔνι καὶ μετάγεται εἰϲ ῥηματικὴν ϲημαϲίαν· ἡ δὲ πρόϲ γίνεται ποτί καὶ ὡϲαύτωϲ μένει πρόθεϲιϲ. Cf. Io. Al. 27, 33 η πλεονάϲαϲα τῷ ῑ ἀνεϲτράφη «ῷ ἔνι κούρη κοιμᾶτο». Ϲaeterum iam in Praef. CXXVII indicavi hunc locum ratione in utramque partem disputandi Herodano vindicari.)

198
ὑπέρτεροϲ, οὕτωϲ παρὰ τὴν ἐν ἔντερον. ἰϲτέον δὲ ὅτι ἡ ἐνί, ὁπότε ϲημαίνει ῥῆμα, τὸ ι τρέπει εἰϲ ο παρὰ ταῖϲ διαλέκτοιϲ. ζητοῦϲι δὲ ὅτι ἐπεὶ ἡ ἐνί διχρονεῖ κατὰ τοῦτο ἀναϲτρέφεται, πῶϲ ἡ πρόϲ γενομένη ποτί καὶ αὕτη πλεονάϲαϲα καὶ ἔτι διχρονοῦϲα οὐκ ἀναϲτρέφεται; καὶ λέγομεν ὅτι Δωρική ἐϲτι πρόθεϲιϲ. Δωριεῖϲ δὲ ἥδονται τῇ ὀξείᾳ· ἡ δὲ ἀναϲτροφὴ διαλέκτῳ ἐναντία.

Ep. Hom. 377, 27, An. Ox. III 267, 32, E.M. 342, 1: προτί. τινὲϲ λέγουϲι, ὅτι ἀπὸ τῆϲ πρόϲ γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ ϲ εἰϲ τ ὥϲπερ ϲύ τύ· καὶ ἐπειδὴ οὐδέποτε εὑρίϲκεται λέξιϲ Ἑλληνικὴ εἰϲ ἄφωνον καταλήγουϲα, πλεονάζει τὸ ι καὶ γίνεται προτί. ἀλλ’ ἔϲτιν εἰπεῖν, ὡϲ λέγει ὁ τεχνικὸϲ Ἡρωδιανόϲ, ὅτι οὐδέποτε οἱ Δωριεῖϲ τρέπουϲι τὸ ϲ ἐν τέλει λέξεωϲ, ἀλλ’ ἐν ἀρχῇ ὡϲ ἐν τῷ ϲύ τύ, ϲέ τέ, ϲημεῖον τημεῖον ἢ ἐν τῷ μέϲῳ ὡϲ τὸ εἰϲί ἐντί, εἴκοϲι εἴκατι, φηϲί φατί καὶ ἀποίτωμεν ἀντὶ τοῦ ἀποίϲωμεν. καὶ δῆλον οὐκ ἐγένετο πρότ καὶ οὕτω προτί κατὰ πλεοναϲμὸν τοῦ ι. ἔϲτιν οὖν εἰπεῖν, ὅτι πρῶτον ἐπλεόναϲε τὸ ῑ καὶ ἐγένετο προϲί. πεφύκαϲι γὰρ αἱ προθέϲειϲ τὸ ῑ πλεονάζειν ἐν τέλει οἷον κατά καταί, παρά παραί «πᾶϲι δὲ παραὶ ποϲὶ κάππεϲε θυμόϲ» (0 280), ὑπέρ ὑπείρ «ὑπεὶρ ἅλα τ’ ἠιόναϲ τε«» ( 16). πρῶτον οὖν γέγονεν ὁ ϲυνήθηϲ πλεοναϲμὸϲ τοῦ ι καὶ τότε τέτραπται τὸ ϲ εἰϲ τὸ παρὰ Δωριεῦϲιν ἐν μέϲῃ λέξει ἐκ τοῦ ϲ γενόμενον τ οἷον προϲί προτί καὶ ἐκβολῇ τοῦ ρ ποτί, ἐξ οὖ τὸ «Διὸϲ ποτὶ χαλκοβατὲϲ δῶ » (Α 426).

85. Eustath. 283, 36: τὸ Πετεῶο (B 552) ἢ ἀπὸ τοῦ Πετεώϲ Πετεώ γίνεται Ἀττικῶϲ ὡϲ λαγώϲ λαγώ, ταὧϲ ταὼ καὶ πλεοναϲμῷ τοῦ ο Πετεῶο κατὰ τὸν Ἡρωδιανὸν ἢ εὐθεῖά ἐϲτι κοινὴ κατὰ Ἀρίϲταρχον Πετεόϲ ὡϲ καλόϲ, οὗ γενικὴ Πετεοῖο ὡϲ καλοῖο καὶ ἐκτάϲει Πετεῷο.