Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

77. Ep. Hom. 421, 31: ἡ ὑπό ἐξαίρετόν τι πέπονθεν, ὅτι ἅμα τῷ πλεονάϲαι τὸ ῑ ἡ τροπὴ γέγονε τοῦ ο εἰϲ α, ὑπό ὑπαί· πολλάκιϲ δὲ πλεονάζει ἡ τροπὴ τοῦ ο εἰϲ τὸ α μεϲοπόλιοϲ μεϲαιπόλιοϲ, Κλυτομνήϲτρα Κλυταιμνήϲτρα «ἑλαιθερὲϲ ὕδωρ»· οἱ δὲ Αἰολεῖϲ τὴν ὑπέρ ἰπέρ λέγουϲι, καὶ τὴν ὑπό ὐπά ἢ γὰρ τὴν ἀρχὴν τρέπουϲιν οἱ Αἰολεῖϲ καὶ τὸ τέλοϲ φυλάϲϲουϲιν ἢ τὸ τέλοϲ τρέπουϲι φυλάττοντεϲ τὴν ἀρχήν, ψιλοῦϲι δὲ τὸ ῑ.

κὸϲ i. e. Ἡρωδιανόϲ) παρὰ Ῥηγίνοιϲ· πάλι πάλιν, πέρυϲι πέρυον, ὃ καὶ πέρυτιϲ λέγεται Δωρικῶϲ· αἶιν, ὅπερ ἀπὸ τοῦ αἰεί γέγονεν· νυνίν, οὗτωϲίν.

76b. Π. Pr. 547 . τέλϲον ἐγένετο παρὰ τὸ τέλοϲ ἐν ὑπερθέϲει τοῦ ϲ καὶ προϲόδῳ τοῦ ν.

76c. Ep. Cr. 150, 11, E. M. 314, 37: ἐγών Δωριέων διάλεκτόϲ ἐϲτι· προϲλαμβάνει τὸ ν· ἢ καὶ ὁ ποιητὴϲ ἐκκλίνων τὴν χαϲμῳδίαν τῶν φωνηέντων εἶπε τὸ ἐγών μετὰ τοῦ ν ὡϲ τὸ «καὶ ἐγὼν ἐπίκουροϲ ἐών» (Γ 188).

76d. Choer. 592, 21: τὸ οἶϲθα «οἶϲθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆϲαι» (Η 358) εὕρηται καὶ μετὰ τοῦ ϲ οἶϲθαϲ ὡϲ παρὰ Κρατίνῳ ἐν Μαλθακοῖϲ.

[*](ad fr. *77 E. M. 783, 1 similia habet, sed difert in fine: ὑπό ὑπαί· διὸ καὶ ἐτόλμηϲάν τινεϲ φάναι, μὴ ἄρα Αἰολικὸϲ τῆϲ ὑπαί πλεοναϲμόϲ (sc. ab Aeolica. specie ὐπά) οὓϲ ἐλέγχει τὸ πνεῦμα, quae verba non Herodiani videntur, quem ubique Aeoles spiritum asperum in lenem mutare putasse non constat. De re cf. Π. Pr B 824: ὀπαὶ πόδα: οὕτωϲ ὑπαί ὡϲ καταί καὶ παραί· αἰ γὰρ προθέϲειϲ ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάϲϲουϲι τὸν τόνον. Γ 217, Ο 4, Schol. ad Dionys. 928, 15.)[*](αὖθιν τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυϲι βαρυνομένου. Men. 46, 1 πάλιν, πέρυϲιν, τὸ ἀεί παρ’ Ἀττικοῖϲ αἰέν παρὰ Δωριεῦϲιν, αἶιν παρ’ Αἰολεῦϲι· λέγεται ταῦτα καὶ ἄνευ τοῦ ν. Ιo. Alex. 34, 1 αἰέν, δ χωρὶϲ τοῦ ν καὶ μετὰ τοῦ ν λέγεται.)[*](ad fr. [76b]. Pugnat cum hoc loco N 707, ub τέλϲον ex τέλοϲ per pleonasmum literae ϲ et metabolen sc. literae ϲ in ν repetitur. Quare Lehrsius ad h. l. dubitat an haec posterior explicatio Herodiani sit.)[*](ad fr. [76c]. Omisi verba καὶ τὴν ϲύ ἀντωνυμίαν λέγουϲι μετὰ τοῦ v, ὅπερ προϲθέϲει τοῦ η γίνεται τύνη, quum Apollonius de pron. 64 τύν dici neget aeque atque ipse Herodianas in E. M. 314, 41.)[*](ad fr. [76d]. Totus locus, unde haec verba desumpsi, a Choerobosco ex Herodiani Epimerismis petitus est.)
196

78. Ep. Hom. 421, 11: ὑπείρεχεν (Γ 21). ἔϲτι τὸ ῥῆμα ἔχω καὶ ὁ παρατατικὸϲ ἔχον ποιητικὸϲ καὶ μετὰ τῆϲ ὑπέρ προθέϲεωϲ ὑπέρεχον καὶ πλεοναϲμῷ τοῦ ι ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει εἶναι ὁ πλεοναϲμόϲ, ἵν’ ᾖ ὑπερίεχον, ἐπειδὴ αἱ προθέϲειϲ ἐν τῷ τέλει πλεονάζουϲι τὸ ι ὡϲ ἐν τῷ ἐν ἐνί, πρόϲ προϲί οὕτωϲ καὶ ὑπερίεχον ὤφειλεν εἶναι, ἀλλ’ ἐπειδὴ παρέπεται ταῖϲ προθέϲεϲι τὸ μέχρι τῆϲ διϲυλλαβίαϲ αὔξεϲθαι, τούτου χάριν οὐ πλεονάζει τὸ ι, ἵνα μὴ εὑρεθῇ τριϲύλλαβοϲ ἡ πρόθεϲιϲ.

79. Ep. Hom. 66, 10: ἀμφὶ ἕ γινώϲκων (0 241): ἀντωνυμία νῦν ἀρϲενικὴ ὀρθοτονουμένη μεταλαμβανομένη εἰϲ ϲύνθετον· Ἀπολλόδωροϲ δὲ ψιλοῖ τὸ ε. ἀλλ’ οὐδέποτε πλεονάζει πρόθεϲιϲ τὸ εἰ γὰρ γένηται πλεοναϲμόϲ, τριϲύλλαβοϲ ἀποτελεῖται πρόθεϲιϲ, ὅπερ ἐϲτὶν ἀνέφικτον, ὡϲ δῆλον ἐκ τούτου· ἡ ὑπέρ, ἂν προϲλάβοι ἔξωθεν τὸ ι, τριϲύλλαβοϲ εἴη· διὰ τοῦτο ἔνδοθεν αὐτὸ πλεονάζει «ὑπεὶρ ἅλα» ( Ψ 227 ), ἵνα δὴ οὕτω μείνῃ διϲύλλαβοϲ.

80. E. M. 758, 9: τί ἤ καὶ ὅτι ἤ οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλὰ δύο μέρη λόγου εἰϲί, τὸ τί πυϲματικόν, ὁ ἤ ϲύνδεϲμοϲ παραπληρωματικὸϲ. κατὰ παρολκὴν ϲυνειλημμένοϲ ἴϲοϲ τῷ δή. «τί ἢ δὲ ϲὺ κήδεαι οὕτωϲ» (Ζ 55).

81. E. M. 341, 44: Ἰϲτέον ὥϲ φηϲιν ὁ τεχνικόϲ, ἔθοϲ ἔχουϲιν αἱ λέξειϲ αἱ εἰϲ ϲύμφωνον λήγουϲαι δέχεϲθαι ἐπέκταϲιν τὴν διὰ τοῦ ι οἰον νῦν νυνί, οὖτοϲ οὑτοϲί, ἐκεῖνοϲ ἐκεινοϲί. αἱ δὲ εἰϲ φωνῆεν λήγουϲαι τρέπουϲιν εἰϲ ι ὅδε ὁδί, δεῦρο δευρί, ἐνθάδε ἐνθαδί ἢ τὸ ι προϲλαμβάνουϲι κατὰ διάϲταϲιν οἷον αὕτη αὐτηΐ, τούτου τουτουΐ, τούτῳ τουτῳΐ.

82. Ε. M. 643, 22: οὗτοϲ ἀντωνυμία μονοπρόϲωποϲ· τὸ δὲ δεικτικὸν οὑτοϲί. τὸ γὰρ οὺτοϲί καὶ ἐκεινοϲί καὶ ὁδί γίνεται κατ’ ἐπέκταϲιν τοῦ