Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

41. E.M.103 , 22: ἀνεκήκιε: ἐκ τοῦ κίω τὸ πορεύομαι διπλαϲιαϲμῷ κικίω καὶ τροπῇ Αἰολικῇ τοῦ ῑ εἰϲ η ὡϲ ψιμύθιον ψημύθιον ἐκήκιε καὶ ἀνεκήκιε.

ἱϲτῶ ἵϲτημι, εἰ δέ ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι’ αὐτοῦ τοῦ ϲυμφώνου, φημὶ δὴ τοῦ ἀφώνου γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ τοῦ ῑ οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεοναϲμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεοναϲμὸν τοῦ μ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δαϲέοϲ χ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ κ. Τούτων οὕτωϲ ἐχόντων, ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ ἀναδιπλαϲιαϲμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλαϲιαϲμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλαϲιαϲμοῦ, ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημὶ ἀναδιπλαϲιαϲθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐϲτιν, οἶον « αἰδεῖϲθαί φημι » · κανὼν δέ ἐϲτιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουϲιν ὑπερβαίνειν τὴν διϲυλλαβίαν οἷον εἰμί τιϲ, πῶϲ ἐϲτε, ἡμῖν ἐϲτι· εἰ οὖν ἀνεδιπλαϲιάϲθη τὸ φημί, ἤμελλε τριϲυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.

41a. Τὰ εἰϲ ροϲ ὑπερδιϲύλλαβα δεδιπλαϲιαϲμένα κατ’ ἀρχὴν καὶ τὴν πρώτην ϲυλλαβὴν εἰϲ ρ καταλήγοντα προπαροξύνεται, βάρβαροϲ, τάρταροϲ, κέρβεροϲ, πέρπεροϲ, βόρβοροϲ. Arcad. 70, 10.

41b. Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ ν τὴν ο δίφθογγον οὐκ εἰϲὶν γνήϲια· τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνοϲ γενικὴν πεποιημένον τροπὴν ἔϲχε τοῦ ω εἰϲ τὴν οι δίφθογγον· τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔϲχε τοῦ ω εἰϲ τὴν οι δίφθογγον. ὤφειλε γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰϲ η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ τὸ αὐτὸ ϲύμφωνον ἢ ἀντίϲτοιχον, τῷ ω μεγάλῳ παραλήγεται· ὁ δὲ λόγοϲ ἐπὶ τριϲυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίωϲ ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή. οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ ϲύμφωνον ἢ καὶ ἀντίϲτοιχον ἔχει ἐν τῇ

[*](ad fr. 41. pro Ἰωνικῇ correxit Αἰολικῇ Ahrens de dial. Aeol. p. 95 not. cf. Dichr. 298, 15 τὸ κηκίω ἐκ διπλαϲιαϲμοῦ «πολλὴ δ’ ἀνεκήκιεν ἅλμη».)[*](γενέϲθαί τε: ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι ϲπονδειακόν ἐϲτιν ἀλλ’ ἴϲωϲ ἵνα ἐκφύγωμεν τὸν διπλαϲιαϲμὸν τοῦ ῥήματοϲ, λέγω δὲ τοῦ τετραφέμεν τε. Φ 279 ὃϲ ἐνθάδε γ᾿ ἔτραφ’ ἄριϲτοϲ: δεῖ διὰ τοῦ γ γράφειν, ἐνθάδε, εἶτα ἔτραφ’ ἄριϲτοϲ, οὐχ ὡϲ οἱ πολλοὶ τέτραφ’ ἄριϲτοϲ, ἀπὸ τοῦ τ ποιοῦντεϲ τὴν ἀρχὴν τοῦ ῥήματοϲ. καὶ προπαροξύνοντεϲ. Α 168 ἐπεί κε κάμω πολεμίζων. Ἀρίϲταρχοϲ γράφει ἐπεί κε κάμω, ἵνα μὴ ῇ διπλαϲιαϲμὸϲ ἐν τῷ ῥήματι· καὶ οὕτωϲ ή ϲυνήθηϲ ἀνάγνωϲιϲ οὕτωϲ δὲ καὶ Ἡρωδιανόϲ.)
181

42. E. Gud. 450, 20 πάμπαν: ἔϲτι πᾶν καὶ κατ’ ἀναδιπλαϲιαϲμὸν πάμπαν, τὸ δὲ μ διὰ ϲύνταξιν. οὕτωϲ Ἡρωδιανὸϲ.

43. Ep. Hom. 73, 23 coll. E. M. 39, 47: παρὰ τὸ ἐτεὸν τὸ ἀληθὲϲ γίνεται, ὥϲ φηϲιν Ἡρωδιανόϲ, ἐτώϲιον καὶ ϲυνθέϲει τοῦ α ἀετώϲιον τὸ μὴ ἀληθέϲ καὶ ἀφαιρέϲει τῆϲ ϲτερήϲεωϲ ἔμενε τὸ ἐν τῇ ϲυνθέϲει ϲημαινόμενον.

τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆϲ ϲυλλαβῇ, καὶ ἴϲωϲ ὡϲ κατὰ τοῦτο γέγονε τροπῇ τοῦ ω εἰϲ τὴν οι δίφθογγον μενοινή. παρατηρήϲειϲ γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλαϲιαϲθέντα ἀπὸ φωνήεντοϲ ἤρχετο οἶον ἀγωγή ἀκωκή ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ ϲυμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουϲαν. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ καθόλου. Theogn. 114, 12, E. M. 596, 38.

43a. E. Or. 40, 20: γρῖποϲ παρὰ τὸ ἀγρεῖν, ὅ ἐϲτι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ ὀρθογραφίᾳ.

43b. Arcad. 69, 22: τὸ μαυρόϲ ἀπὸ τοῦ ἀμαυρόϲ γέγονε.

43c. Ιo. Al. 18 , 29: πάντων οὐκ ἐκ τοῦ ἁπάντων, ὥϲ τινεϲ φαϲίν, ἀφαιρέϲει τοῦ α γέγονεν, ἐπεὶ ἔδει καὶ τὸ παντόϲ καὶ τὸ παντί βαρύνεϲθαι ἐκ τοῦ ἅπαντοϲ ἅπαντι ἀφῃρημένα.