Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

177. Ep. Cram. I 342, 26: ἀριθμόϲ. παρὰ τὸ ἄρω τὸ ἁρμόζω — Ὅμηροϲ «ἄρϲαντεϲ κατὰ θυμόν » (Ιl.Α 136) γίνεται ἁρμόϲ καὶ πλεοναϲμῷ τοῦ ϲ ἀρϲμόϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ θ ἀρθμόϲ καὶ πλεοναϲμῷ τοῦ ι ἀριθμόϲ. ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμόϲ. οὕτωϲ Ἡ ρωδιανόϲ· ὁ δὲ πατὴρ αὐτοῦ ὁ Ἀπολλώνιοϲ παρὰ τὸ ἁλίζω τὸ ϲυναθροίζω ἁλιϲμόϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ θ ἁλιθμόϲ καὶ τοῦ ἀμεταβόλου εἰϲ ἀμετάβολον ἀριθμόϲ· οἱονεὶ ἡ ϲυνάθροιϲιϲ τῶν μονάδων. — E. Or. 26, 19.

176a. Men. 46, 6: βοτρυδόν. τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰϲ υϲ ληγόντων ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν τὸ υ. μονῆρεϲ ἄρα τὸ βοτρυδόν. —ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰϲ υϲ παραγωγὸν ποιήϲαϲ ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλουϲ τὸ υ, ἀλλὰ τὸ η,

  • πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόϲωπα.
  • [*](ad fr. *175. Locum emendavit Lobeck. Proll. 471, qui quamquam pleonasum in γαιήιοϲ quod sic etiam in E. M. 223, 12 explicatur reprobat, tamen de origine Herodianea non dubitare sinit totius adnotamenti conceptio, cum qua cf. E. M. 176. 45 ἀφέωκα· τὸ θέμα ἀμφίβολον. E. M. 566, 34 λιμήρη Ἐπίδαυρον· τοῦτο διϲϲόν ἐϲτιν ὁπότε μὲν — ἢ παρὰ κτλ. E.M.619 35 οἰχνεῖν ἀμφίβολον et νοcabulum ἐπέκταϲιϲ, quod Herodianus intellectu simplicis ἔκταϲιϲ usurpare amat.)[*](ad fr. 176. Post ἔκρανα ut a Theognosto adiecta verba ὡϲ φαίνω ἔφανα et post κρᾶνον φάνον, quae desunt in simillimo loco E. M.536, 7, An. Paris. III 318, 20 omisi. De re cf. Lob. El. I 436.)[*](ad fr. 177. Post verba Homerica est lacuna οπ. . . . . , quae fortasse ex II. Pr. l. c. ὅπερ ψιλοῦται explenda est. Pro πλεοναϲμῷ τοῦ δ scripsi ϲ collato E M. 500, 48 οἱ Ἀττικοὶ τρέπουϲι τὸ ϲ εἰϲ 6 τὸ κλαυϲμόϲ κλαυθμόϲ λέγοντεϲ καὶ τὸ ἀριϲμόϲ ἀριθμόϲ. Verba ἁρμογὴ —ἀριθμόϲ accesserunt ex E. Or. 26, 19 Apollonii explicatio ab ipso Herodiano adiecta fuisse videtur.)
    233

    178. Ep. Hom. 365, 1: πυκινά: οἱ μὲν τὸ πυκνόϲ ἐνδείᾳ τοῦ ι λέγουϲιν ἐκ τοῦ πυκινόϲ, οἱ δὲ πυκινόϲ ἐν πλεοναϲμῷ τοῦ ι ἐκ τοῦ πυκνόϲ. ἡμεῖϲ δὲ λέγομεν, ὅτι τὸ πύκα γέγονεν ἐκ τοῦ πυκνόϲ· ἀπὸ τοῦ πυκνόϲ ὀνοματικὸν ἐπίρρημα πυκνά « πυκνὰ μάλα ϲτενάχων» (Ϲ 318), ἐλλείψει τοῦ ν πύκα· γίνεται γὰρ ἔλλειψιϲ ϲτοιχείου ὡϲ ταχέα τάχα, ϲαφέα ϲάφα, οὕτωϲ πυκνά πύκα. τὸ δὲ πυκνόϲ γίνεται ἀπὸ τοῦ πτύϲϲω πτυκνόϲ ἐλλείψει τοῦ τ ὡϲ ἴϲχω ἰϲχνόϲ. ἀπὸ δὲ τοῦ πύκα γίνεται παραγωγὴ διὰ τοῦ ινοϲ πυκινόϲ· ἀπὸ γὰρ ἐπιρρημάτων γίνονται παραγωγαὶ διὰ τοῦ ινοϲ ϲυνεϲταλμένου τοῦ ι ἐχθεϲινόϲ, πρωϊνόϲ, περυϲινόϲ, ὀψινόϲ καὶ παρὰ τὸ τῆτεϲ ἐπίρρημα τητινόϲ παρὰ Ἀττικοῖϲ ὡϲ ἅδην ἁδινόϲ.

    179. E. M. 41, 44: ἀΐζηλοϲ. ὁ Ἡρωδιανὸϲ ἐϲ τὸ περὶ παθῶν λέγει εἶναι αὐτὸ οὕτωϲ. δῆλοϲ ἄδηλοϲ πλεοναϲμῷ τοῦ ι καὶ τροπῇ ἄΐζηλοϲ.

    179a. II. Pr. 228 et περὶ Ἀττικῶν προϲῳδιῶν E. M. 804, 11: φῶριαμόϲ: εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάϲϲειν ἡ προκειμένη λέξιϲ παρῆκται, ἔϲται κατ’ ὀξεῖαν τάϲιν φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ι φωριαμόϲ.

    179b. Theogn. 57, 14: αἰζήϊοϲ πλεονάϲαν τὸ i, οὐ τὸ η, ἀνεβίβαϲε τὸν τόνον, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῇ καθόλου.

    179c. Mon. 43, 31: ἐϲθίω: τὰ εἰϲ ω λήγοντα ῥήματα ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου, εἰ λάβοι ἐπέκταϲιν τοῦ ι, περιϲπᾶϲθαι θέλει χαίρω χαριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐϲθίω βαρύνεται· τὸ γὰρ δείδιε οὐχ, ὥϲ τινεϲ οἴονται, ἀπαι-

    [*](ad fr. *178. Herodiani esse et dictio ἡμεῖϲ δὲ λέγομεν, de qua iam saepius monuimus et res demonstrant. de πύκα ex πυκνά orto cf. lo. Alex. 28, 31 seqq., de adiectivis in ινοϲ ab adverbiis ductis Arcad. 65, 12. Omisi autem verba ab epitomatore inculcata post ἰϲχνόϲ. τὸ δὲ πτύϲϲω παρὰ τὸ πέτω τὸ πίπτω τὸ ἐπιπίπτειν τινί πέτω πετύϲϲω καὶ πτύϲϲω· οὐδὲν γὰρ ἄλλο ἐϲτὶ τὸ πτύϲϲειν ἢ τὸ ἐπιπίπτειν ἕτερον ἑτέρῳ· παρὰ τὸ πτύϲϲω πτύξω πτύξ καὶ ἀποβολῇ τοῦ πύξ ὡϲ ἀλλάξω ἀλλάξ καὶ ἐναλλάξ, κουρίζω κουρίξω κουρίξ θήκω θήξω δήξ δάξ καὶ ὀδάξ. λήγω λήξω λήξ καί λάξ τὸ τῷ λήγοντι μέρει παίειν.)[*](ad fr. 179. ln lemmate scripsi pro ἄΐδηλοϲ ἀΐζηλοϲ et post pro ζῆλοϲ ἄζηλοϲ: δῆλοϲ ἄδηλοϲ. Nam de ἀΐζηλοϲ B 318 «τὸν μέν ἄΐζηλον θῆκε θεόϲ» sermo fuisse videtur neque dubitandum est, quin etiam Zenodoteae scripturae ἀρίδηλοϲ mentio inlecta fuerit. Hoc autem in Ep. Cr. I 15, 28 sic explicatur: ἀρίζηλοϲ ἐκ τοῦ ἀρί ἐπιτατικοῦ καὶ τοῦ δῆλοϲ πλεοναϲμῷ τοῦ ϲ ἀρίϲδηλοϲ καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ ϲ καὶ δ ϲύγκειται, τρέπεται τὸ δ καὶ ϲ εἰϲ ζ καὶ γίνεται ἀρίζηλοϲ, quamquam alii ἀπὸ τοῦ ζῆλοϲ ἀρίζηλοϲ· οἱ γὰρ ἄξιοι ζήλου ὄγαν ἔκδηλοι E. M.142, 30 cf. Lelrs ad Herod. p. 457 et Merckel ad Apoll. Rhod. CLXXII.)
    234

    180. E. M. 220, 9: γαλόῳ: οἱ μὲν λέγουϲιν ὅτι ἔϲτι γάλωϲ, εἶτα διαλύϲει τοῦ ω γάλοωϲ ὡϲ τὸ «ἐξ Ἀθόω δ’ἐπὶ πόντον ἔβη (Ϲ 229). ὁ δὲ Ἡρωδιανὸϲ ἐν τῷ περὶ παθῶν λέγει, ὅτι ἐϲτὶν εὐθεῖα ἡ γά- λωϲ. κλίνεται δὲ τῆϲ γάλω· ὁ κανών· τὰ βαρύτονα κατὰ ἀποβολὴν τοῦ ϲ κλίνονται τῆϲ Κέω. — ἡ δοτικὴ τῇ γάλῳ καὶ πλεοναϲμῷ τοῦ ο γαλόῳ· διὰ τοῦτο καταβιβάζει τὸν τόνον, ἐπειδὴ οὐδέποτε ἐπὶ τέλουϲ κειμένου τοῦ ω τρίτη ἀπὸ τέλουϲ τίθεται ἡ ὀξεῖα χωρὶϲ τῶν Ἀττικῶν. κλίνεται δὲ καὶ γάλωϲ γάλωτοϲ ὡϲ γέλωϲ γέλωτοϲ.

    181. E. M. 347, 9: ἐξ Ἀθόω: «ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήϲετο» Ἰλιάδοϲ (Ξ 229) πλανώμενοί τινεϲ ἀναγινώϲκουϲιν ἐξ Ἀθόω· οὐ γὰρ δύναται τρίτη ἀπὸ τοῦ ω πίπτειν ἡ ὀξεῖα· οὐ γὰρ ἔχει πρὸ τοῦ ω τὸ ε ὡϲ τὸ πόλεων. ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Ἄθωϲ Ἄθω, ἐϲτὶ πλεοναϲμὸϲ τοῦ ο· εἰ δὲ εἴρηται Ἀθόωϲ Ἀθόω, οὐκ ἔτι πλεονάζει. Ἡρωδιανὸϲ περὶ παθῶν.

    τεῖ θέμα τὸ δειδίω. εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γινόμενον.