Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
164. E. M. 755, 33: τριακόντεοϲ. ὥϲπερ γίνεται ἐπὶ τῆϲ γενικῆϲ τῶν πληθυντικῶν γερόντων γεροντέων, οὕτω καὶ ἐπὶ τῆϲ γενικῆϲ τῶν ἑνικῶν τριάκων τριάκοντοϲ τριακόντεοϲ κατὰ πλεοναϲμόν. περὶ παθῶν.
165. E. M. 227, 3: γέροντεϲ γερόντων καὶ πλεοναϲμῷ τοῦ ε γέροντέων οὐχ ὡϲ ναυτῶν καὶ ναυτέων. τοῦτο διαίρεϲίϲ ἐϲτι καὶ οὐ πλέοναϲμόϲ. ὁ γὰρ τόνοϲ διελέγχει· εἰ μὲν γὰρ περιϲπᾶται, δῆλον ὅτι διαίρεϲιϲ· εἰ δὲ βαρύνεται, δῆλον ὅτι πλεοναϲμὸϲ καὶ οὐ διαίρεϲιϲ. οὕτωϲ Ἡρωδιανόϲ.
166. Ep.Hon.239,1, E.M.507,15: ἀρνῶν ἐκ κεφαλέων (Γ 273): ὁ κανών· οἱ Αἰολεῖϲ διὰ τοῦ αων κεφαλάων, οἱ δὲ Δωριεῖϲ διὰ τοῦ εων κεφαλέων· ὁ δὲ Ζηνόδοτοϲ γράφει «ἀρνέων ἐκ κεφαλέων» ὡϲ κτητικὸν τὸ ἀρνέων λαβών· κακῶϲ δέ· κανὼν γάρ ἐϲτιν ὁ λέγων, τὸ κτητικὸν ἐπὶ τῶν ϲωματικῶν μερῶν λαμβανόμενον κατὰ τεθνηκότοϲ θέλει παραλαμβάνεϲθαι οἷον βοεία κεφαλή ἡ τεθνηκότοϲ, καὶ ἀνθρώπειοϲ πούϲ ὁ τοῦ τετελευτηκότοϲ· οὐ γὰρ ἐπὶ ζώντων εἴποι τιϲ ἄν· διὸ καὶ μέμφονται Ζηνοδότῳ, ἐπειδὴ τὸ « ἀρνέων ἐκ κεφαλέων » ἀνεγίνωϲκεν ἀρνέων κτητικόν· κτητικῇ γὰρ φωνῇ ἐχρήϲατο ὡϲ ἐπὶ ζώντων
160c. II. Pr. ψ 160: τὰ εἰϲ οϲ λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεϲθαι θέλει, φωλεύω φωλεόϲ, ὀχεύω ὀχεόϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ϲ ὀϲχεόϲ, καὶ παρὰ τὸ ϲωρεύω δὲ ὁ ϲωρεόϲ· τὸ δὲ ϲωρόϲ κατὰ ϲυγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεόϲ ἔϲται κατ’ ὀξεῖαν τάϲιν «ὁ δ’ ἐκ λοχεοῖο πάϊϲ Hes. Theogn. 178). ἀλλ’ οὖν γε βαρυτόνωϲ οἱ πλείουϲ ἀνέγνωϲαν, πλεοναϲμὸν ἐκδεξάμενοι τοῦ ε, ὥϲτε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδηϲε» (II. Λ 379) λόχοιο γενέϲθαι καὶ λοχέοιο.
[*](πάθουϲ, sed iure Henr. Kleist in dissertatione de Philoxeni grammat. Alex. studiis etymologicis p. 35 hunc locum ex Etym. Orionis exscriptum, ab rione autem ex Herodiani libro περὶ παθῶν excerptum esse iudicat.)[*](ad fr. 164. cf. Lob. El. 1 422, Proll. 316 et Addenda.)[*](ad fr. 165 et *166. Parum accurate Herodiani sententia relata est, nam sine dnbio eos tantum genetivos, qui ex contractione circumflexum aeceperunt, dissolvi posse putavit, eos vero, quorum circumflexus cliticus est velut ἀρνῶν, a diaeresi exclusos existimavit’neque in his pleonasmus ei licitus videbatur, nam Zenodoteum ἀρνέων non ut Aristonicus opinabatur ex ἀρνῶν genetivo nominis, sed ex ἀρνείων possessivo repetivit. Haec certe sententia adnotamenti Emmerismorum est, si locum valdo corruptum sic restituas ut feci in Philologo XXI p. 389, ubi Lobeckium locum aliter emendasse in El, II 98 monui. Verba corrupta hic ut ap. Ϲramerum scripta sunt, pono· ὁ δὲ Ζηνόδοτοϲ γράφει τὸ)ἀρνῶν, οὐκ ἔπαθε δὲ τὸ ἀρνέων πλεοναϲμὸν οὐδὲ διαίρεϲιν ἐκ τοῦ ἀρνῶν, ἀλλὰ ἔλλειψιν τοῦ ι ἐκ τοῦ ἀρνείων.
167. E. M. 224, 50: γεμέωϲι δὲ παϲτάδεϲ. γέμωμεν γέμητε γέμωϲι καὶ πλεοναϲμῷ ποιητικῷ τοῦ ε γεμέωϲιν. οὕτωϲ Ἡρωδιανόϲ.
168. E. M. 133, 34: ἀπτερέωϲ παρ’ Ἡϲιόδῳ ὥϲπερ τὸ ἀψοφέωϲ. ϲημαίνει δὲ τὸ αἰφνιδίωϲ· ἀποπτέρων ἀπτέρων ἀπτέρωϲ ἀπτερέωϲ. οὕτωϲ Ἡρωδιανόϲ.
167a. II. Pr. Ψ 361: προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ ϲὺν τῷ ι τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐκ τοῦ μεμνέοιτο ἡγούμενοϲ αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐϲτὶν ὁ ϲχηματιϲμὸϲ καὶ προπεριϲπᾶται, ἐν Κύρου παιδείαϲ πρώτῳ (6, 3) «ἀλλ’ ὅτε τὰ ἄριϲτα πράττοι, τότε μάλιϲτα τὸν θεὸν μεμνῷτο ». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προϲκειμένου τοῦ ι παρ’ Ἀριϲτοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) ἴνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπεριϲπαϲτέον.
167b. Schol. A ad Il. Ξ 241: ἐπίϲχοιεϲ. οὕτωϲ τὴν γραφὴν παρατίθεται ὁ Ἡρωδιανὸϲ ἐν τῷ ιζ τῆϲ καθόλου καὶ λέγει ἀπὸ τοῦ ἐπίθεται πλεοναϲμὸν εἶναι τοῦ ε ἢ ϲυϲτολὴν τοῦ ἐπιϲχοίηϲ.
168a. E. M. 146, 19: ὁ Ἡρωδιανόϲ φηϲιν ἐν τῇ καθόλου πλεονάζειν τὴν ει δίφθογγον καὶ γίνεται ἀρνόϲ ἀρνειόϲ ὡϲ ἀμνόϲ ἀμνειόϲ.