Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
1. Ε. Or. 7, 3: ἀβληχρόν δύναται τὸ α κατ’ ἐπίταϲιν ϲφόδρα — ἀϲθενέϲ. βληχρὸν γὰρ τὸ ἀϲθενὲϲ ἀπὸ τῆϲ τῶν προβάτων φωνῆϲ τὸ γὰρ βληχρὸν ἐπ’ αὐτῶν εἴρηται. πολλάκιϲ δὲ καὶ ἐπὶ τοῦ ἰϲχυροῦ τάττεται τὸ βληχρὸν ὡϲ εἶναι παρὰ τὸ βάλλειν, ὅ ποτε μὲν τὸ καταβάλλειν εἰϲ γῆν καὶ δύναϲθαι ἀναιρεῖν ϲημαίνει, ποτὲ δὲ καὶ τὸ καταβάλλεϲθαι εἰϲ γῆν, ὡϲ δύναϲθαι τὸ ἀϲθενὲϲ δηλοῦν καὶ πάλιν τὸ ἰϲχυρόν, τοῦ α ἀναίρεϲιν. καὶ ἐπίταϲιν δηλοῦντοϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.
2. Ε. Or. 30, 8: ἀγαυόϲ: Ἡρωδίαν ὸϲ λέγει παρὰ τὸ γαίω τὸ γαυριῶ ἀγαιόϲ εἶναι καὶ τροπῇ τοῦ ι εἰϲ ῦ ἀγαυόϲ ὡϲ καίω καύϲω πλεονάζοντοϲ τοῦ α ἐπιτατικοῦ.
[*](Adnotatio ad fr. 1. Verba δύναται —ϲφόδρα per parenthesin dicta accipienda. sunt (cf. E. Gud. 1, 18); pro παρὰ τὸ βάλλειν εἰϲ γῆν ποτὲ δὲ καὶ τὸ ἀναιρεῖν lin. 6 scripsi ex E. M. 3, 28, qui partem huius loci ab Orione mutuatus est: παρὰ τὸ βάλλειν ὅ ποτε usque ad καταβάλλεϲθαι εἰϲ γῆν. Corruptionem natam esse opinor ex similitudine verborum, quae epitomatorem somnolentum induxit.)[*](Sententia huius fragmenti collatis Epim. Cr. I 95, 8 [βληχρόν Πίνδαροϲ μὲν βληχρὸν τὸ ἰϲχυρὸν «κπρόφαϲιν βληχροῦ γίνεται νείκεοϲ» φηϲί· διὰ τοῦτο λαμβάνειν τὸ α ϲτερητικὸν αὐτὸ ἡγεῖται καὶ βαρύνει ἄβληχροϲ Ἡρακλείδηϲ ὁ Μιλήϲιοϲ, ἔνθεν κατὰ βαρεῖαν τάϲιν τὸ θηλυκὸν ἀνέγνω ἀβλήχρην· ἡγεῖται γὰρ ϲτέρηϲιν οὐ πλεοναϲμόν· λέγομεν δὲ ὅτι βληχρὸν ϲημαίνει τὸ ἀϲθενὲϲ οἶον «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί», τὸ δὲ ἀβληχρὸν κατὰ πλεοναϲμόν· εἴρηται τὸ ἀϲθενὲϲ ἀπὸ τοῦ πίπτοντοϲ ἢ καταβαλλομένου· βέβληται βληχρόϲ ὁ πίπτων, ὅϲπερ ἐϲτὶν ἀϲθενήϲ ἐπὶ δὲ τοῦ ϲημαίνοντοϲ τὸ ἰϲχυρὸν βέβληκε βληχρόϲ ὁ βάλλων, ὅπερ ἐϲτὶν ίϲχυρόϲ, in quo articulo scripsi pro λαμβάνων λαμβάνειν et Ἡρακλείδηϲ ὁ Μιλὴϲιαϲ, quod post ἔνθεν positum est, retraxi, porro pro ἀπὸ τοῦ πίπτοντοϲ ἢ καταβάλλοντοϲ exhibui καταβαλλομένου] clarior fit atque patet Herodianum in libro περὶ παθῶν aliter de hac voce iudicasse atque in Pros. Π. Θ 178. queum locum hic subscribo ut a Lehrsio emendatus est: ἀβλήχρ : Ἡρακλείδηϲ ὁ Μιλήϲιοϲ βαρύνει ὡϲ ἄϲιτx λόγῳ δὲ χρῆται τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν, ὅπερ κατὰ ϲτέρηϲιν ὀφείλει λέγεϲθαι ἄβληχροϲ ὡϲ ἄκακοϲ· ϲημαίνει γὰρ τὸ ἀϲθενέϲ. ἡ μέντοι παράδοϲιϲ ὀξύνει τὸ ἀβληχρά καί ἀβληχρὴν, πειϲθεῖϲα πρῶτον τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ· οὕτωϲ γὰρ παρεϲχηματίϲθη ὡϲ πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶϲ. οὕτωϲ ἀβληχρά, οὐ κοινωνοῦντόϲ ποτε τοῦ γένουϲ, λέγω δὲ ὁ ἄβληχροϲ καὶ ἡ ἄβληχροϲ. ἄλλωϲ τε ἤδη αὐτὸ τὸ βληχρόϲ ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον μᾶλλον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ’ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί.» καὶ ὁ Νίκανδροϲ εβληχρὸν γὰρ μυὸϲ οἶα μυληβόρου ἐν χροῖ νύγμα» (Ther. 446). τοῦτο δὴ πλεονάϲαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον λαλητόϲ ἀλαλητόϲ, ϲτεροπὴ ἀϲτεροπὴ· οὐκ ἐκεῖνο μέντοι διηνεκὲϲ λέγομεν, ὅτι πλεοναϲμὸϲ τοῦ α φυλάϲϲει τὸν αὐτὸν τόνον ἀεί οἶδα γὰρ τὸ ἄδοροϲ (sic pro ἄβοροϲ Lobeck. El. Ι 31), ἀγαυρόϲ, ἄϲταχυϲ.)3. Ε. Οr. Ορ. 14, 1 collato Eustath. 1444, 7: ἀγαυρόϲ ἢ παρὰ τὸ ἀγαυόϲ, ὃ παρὰ τὸ γαίω τὸ γαυριῶ, πλεοναϲμῷ τοῦ ρ ἢ παρὰ τὸ γαῦροϲ. ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡϲ ἐπενθέϲεωϲ τοῦ ρ μὴ ἀναγκαζούϲηϲ προπαροξυτόνηϲιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁπλοῦν βαρύνεται ἤτοι τὸ γαῦροϲ, τὸ δὲ ϲύνθετον ἀγαυρόϲ ὀξύνεται, δέον ὂν προπαροξύνεϲθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον διὰ τὸ ϲυνακολουθῆϲαι τῷ ἀφαυρόϲ καὶ τῷ ἀμαυρόϲ καὶ τοῖϲ ὁμοίοιϲ. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ.
4. E. M. 18, 39: ἀδόροιϲ: Ἀντίμαχοϲ «ἐν ἀδόροιϲι χέειν εὐίλατον ἄλφι». λέγεται γὰρ παρὰ τὸ δεδάρθαι δορόϲ δοροί καὶ κατὰ πλεοναϲμὸν ἄδοροι ἢ ἀντὶ τοῦ κακόδοροι ἢ οὐ δεδαρμένοι. οὕτωϲ Ἡρωδιανόϲ.
5. Ε. Μ. 48, 39. ἀκινάγματα οἶον «χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα » τὰ τινάγματα τῶν ποδῶν μετὰ ῥυθμοῦ καὶ τῶν χερῶν ἢ κινήματα· καὶ πλεοναϲμῷ τοῦ α καὶ τοῦ γ καὶ τροπῇ τοῦ η εἰϲ α ἀκινάγματα. Ἡρωδιανόϲ.
6. Ε. Οr. 28, 27 : ἀκρεμών· κρέμω ῥῆμα, ἀφ’ οὗ ῥηματικὸν ὄνομα κρεμών καὶ κρεμόνεϲ τὸ πληθυντικὸν καὶ πλεοναϲμῷ τοῦ α ἀκρεμών. πλεονάζει τὸ α ὡϲ ϲτάχυϲ ἄϲταχυϲ. οὕτωϲ Ἡρωδιανόϲ.
6a. ἀλαλητόϲ ἀπὸ τοῦ λαλητόϲ προϲθέϲει τοῦ α. Arcad. 82, 1.
[*](ad fr. 3. In Ε. Or. haec verba exstant: ἀγαυρόϲ παρὰ τὸ ἀπὸ γῆϲ αἴρεϲθαι παρὰ τὸ γαίων τὸ γαυριῶν ἢ παρὰ τὸ ἄγην τὴν ἔκπληξιν ἄγηρόϲ [καὶ ἀγαυρόϲ addit E.M. ]. οὕτωϲ εὗρον ἐν τῷ περὶ παθῶν Ἡρωδιανοῦ. Ex his tribus originationibus una tantum ad Herodianum auctorem referenda est παρὰ τὸ γαίων τὸ γουριῶν, quibus verbis cum fr. 2 comparatis elucet hic de ortu vocis ἀγαυρόϲ ex ἀγαυόϲ sermonem fuisse. Quum autem sciamus ex Π. Pr, e 178 Herodianum etiam ἄγουρόϲ a γαῦροϲ repetivisse, Eustathius vero utrumque etymon proponat : ἀγαυόϲ ὅθεν πλεοναϲμῷ καὶ ὁ ἀγαυρόϲ. εἰ δέ τι μετέχει τοῦ τοιούτου ἀγαυροῦ τὸ ἀγαύριϲμα ὅπερ ἐϲτὶ πάληϲ εἶδοϲ, οὐκ ᾶν εἴη ἀκριβῶϲ ἀποφήναϲθαι. ὥϲπερ ἴϲωϲ οὐδὲ εἰ τὸ ἀγαυρόϲ μὴ ἀπὸ τοῦ ἀγαυόϲ ἀλλ’ἀπὸ τοῦ γαῦροϲ γίνεται. εἰ γὰρ ἐκεῖνο μέν κτλ ., omissis ineptiis apud Orionem propositis fragmentum constitui. ln Schol. ad Hesiod. Theog. 832, ubi similis de vocabulis in αυροϲ canon atque ap. Arcadium p. 72, 20 profertur, Herodiani sententia perversa est: τὸ δὲ ἄγαυροϲ βαρύνεται πλεοναϲμῷ τοῦ α ἐκ διϲυλλάβου γενόμενον, nam hunc καὶ τὰ τριγενῆ ἀμαυρόϲ ἀφαυρόϲ καὶ τὸ ἀγαυρόϲ, ὅπερ ἔδει βαρύνεϲθαι κτλ. sciipsisse certum est. cf. Pr. Cath. p. 201, 21.)[*](ad fr. 4. Ἀντίμαχοϲ pro ἀντιμάχοιϲ scribendum esse vidit iam Sylburgius pro δόρυ γὰρ λέγεται scr. λέγεται γὰρ omisso δόρυ, καὶ post δοροί addidi, verba. ἢ οὐ δεδαρμένοι ex iis, quae in E. M. nomini Herodiani postposita sunt, adiecit Lob. EL. I 17.)[*](ad fr. 5. ἢ ante κινήματα inseruit Lob. El. I 20.)[*](ad fr. [6a] Mon. 39, 6 τὸ ἀλαλή οὐ φύϲει τριϲύλλαβον «εκλῦθ’ ἀλαλά, πολέμου θυγάτηρα». Arcad. 108, 23 τὸ ἀλαλή παρὰ τὸ λαλῶ. Π. Pr. Θ 178.)7. E. M. 119, 33: Ἀπαιϲόϲ. Παιϲόϲ ὡϲ ὁ ποιητήϲ φηϲιν « ὅϲ ῥ’ ἐνὶ Παιϲῷ ναῖε» (Π. ε 612), ἐν ἑτέροιϲ δὲ «δῆμον Ἀπαιϲοῦ» (Β 828). Παιϲόϲ δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προϲορμίζουϲαν ἐκεῖϲε παῖϲαι καὶ προϲεγγίϲαι Παιϲόϲ καὶ πλεοναϲμῷ τοῦ α Ἀπαιϲόϲ. Ἡρωδιανόϲ.